11. Ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον
12. ἔχουσα διατελέει, μελαγχολικὸν τὸ τοιοῦτον.
14. Ἐὰν μὴ διά τινας φανερὰς αἰτίας φοβεῖταί τις ἢ δυσθυμῇ
15. φανερῶς ἐστι μελαγχολικὰ καὶ τὰ τοιαῦτα συμπτώματα
16. καὶ μᾶλλον εἰ τύχῃ κεχρονικότα. διὰ μέντοι φανερὰν
17. αἰτίαν ἀρξάμενα, κἄπειτα χρονίζοντα μὴ λανθανέτω σε
18. μελαγχολίαν ἐνδεικνύμενα. καὶ γὰρ καὶ μανία πολλοῖς ἤδη
1. φαίνεται γεγενημένη, διὰ θυμὸν ἢ ὀργὴν ἢ λύπην ἀρξαμένη,
2. αὐτοῦ τοῦ σώματος δηλονότι πρὸς τὸ παθεῖν τὰ παθήματα
3. ταῦτα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπιτηδείως ἔχοντος.