6. Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.
8. Τοῦτο καὶ κατὰ τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν
9. ἐδήλωσεν, οὖ ἡ ἀρχὴ, κύστις ἢν διακοπῇ, ἢ ἐγκέφαλος.
10. οὐκ οἶδα δ’ ὅπως νῦν μάτην γέγραπται. κατεμάθομεν
11. δὲ αὐτὸ τοῦτο καὶ κατ’ ἄλλους τινὰς ἀφορισμοὺς, οὓς
12. καὶ ἐξαιρεῖν ἄμεινον.