15. Ἐρυσίπελας ἔξωθεν μὲν εἴσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσωθεν
16. δὲ ἔξω ἀγαθόν.
1. Οὐκ ἐρυσίπελας μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο
2. ὁτιοῦν μεθιστάμενον ἐκ τῶν βαθέων τε καὶ κυρίων μερῶν
3. ἐπὶ τὸ δέρμα, τῶν ἀγαθῶν εἶναι σημείων τε ἅμα καὶ αἰτίων
4. ὑποληπτέον ἐστὶν· ἔμπαλιν δὲ μεθιστάμενόν γε ἐπὶ τὸ
5. βάθος τῶν κακῶν. ἀλλὰ καὶ ἄλλα πολλὰ φαίνεται κατὰ
6. τὸ βιβλίον ὁμοίως εἰρηκὼς ὁ Ἱπποκράτης, ὥσπερ τινὰ
7. παραδείγματα τῶν καθόλου λόγων, ἐφ’ ὦν καὶ τὴν τοῦ συμβαίνοντος
8. ἐμπειρίαν ἐναργεστέραν ἔχειν δυνάμεθα· τοιαῦτα
9. γὰρ εἶναι χρὴ τὰ παραδείγματα.