12. Οἶσιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται παρακοπὴ λύει.
14. Εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης τοὺς τοιούτους ἀφορισμοὺς
15. ἔγραψεν, οἷον παραδείγματα λόγων γενικωτέρων τε καὶ καθολικωτέρων,
16. εἴτ’ ἄλλοι παρέθεσαν, ἐάσαντες ζητεῖν ἑτέροις,
17. ἐκεῖνο μόνον ἐπ’ αὐτῶν φυλάττοιμεν, ὅπερ καὶ πρόσθεν
1. μὲν εἴρηται καὶ νῦν δὲ ἐπὶ τοῦ καύσου λεχθήσεται. τὰ
2. γὰρ ποιοῦντα τὸν πυρετὸν τοῦτον αἴτια κατὰ τὸ φλεβῶδες
3. ὑπάρχοντα γένος, ὅταν εἰς τὰ νεῦρα μεταστῇ, τρόμον μὲν
4. πρώτως ἐργάζεται, συμπασχούσης δὲ τῆς ἀρχῆς καὶ παραφροσύνας.
5. ὡς οὖν ἐπὶ καύσου ἡ μετάστασις, οὕτω κἀπὶ
6. παντὸς ἄλλου πυρετοῦ δύναται γενέσθαι καὶ ὅλως ἐξ ἀρτηριῶν
7. καὶ φλεβῶν εἰς νεῦρα μετάστασις τῶν λυπούντων χυμῶν,
8. ὥσπερ αὖ πάλιν ἐκ νεύρων εἰς αὐτά. οὐκ ἀκριβῶς
9. οὖν εἴρηκε τὸν καῦσον ὑπὸ τῆς παραφροσύνης λύεσθαι.
10. ταῦτα γὰρ ὀνομάζειν ὁ Ἱπποκράτης ἐπιγινόμενά τισι
11. λύειν αὐτῶν τὴν κατασκευὴν, ὅσα τελέως ἐκθεραπεύει τὸν
12. ἄνθρωπον, οὐχ ὅσα γεννᾷ πάθος ἕτερον οὐδὲν ἧττον τοῦ
13. πρόσθεν ἐπικίνδυνον.