Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.27, ed. Kühn, 1827, vol. 18a, p. 38-40. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.27


16. Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ καίονται, ἐκρυέντος
17. τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου πάντως ἀπόλλυνται.

1. Ἐμπύους ὀνομάζειν μάλιστα εἴωθε τοὺς ἐν τῇ μεταξὺ
2. θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ τὸ πῦον ἔχοντας, οὓς
3. ὅπως χρὴ καίειν εἴρηκεν ἐν τῷ μεγάλῳ περὶ παθῶν, οὗ ἡ
4. ἀρχή· ἢν τοῦ πνεύμονος αἱ ἀρτηρίαι. τινὲς δ’ ἐπιγράφουσι
5. τὸ βιβλίον τοῦτο περὶ ἐμπύων. δέονται μὲν οὖν καύσεως
6. οἱ πλεῖστον ἔχοντες πῦον, ὡς ἀπογνῶναι διὰ τῶν πτυσμάτων
7. ἐκκαθαρθῆναι, τοῖς δ’ αὐτοῖς τούτοις καὶ ἡ δύσπνοια
8. γίνεται σφοδρὰ διὰ τὴν στενοχωρίαν, ὥστε καὶ διὰ ταύτην
9. ἡμᾶς ἀναγκάζεσθαι καίειν αὐτούς. ἐπὶ δὲ τῶν ὑδρωπικῶν
10. αἱ παρακεντήσεις ὀνομαζόμεναι μᾶλλον τῶν καύσεων ἐν
11. ἔθει τοῖς ἰατροῖς εἰσιν. ἀλλὰ νῦν γε τὸ κοινὸν παρακεντήσεώς
12. τε καὶ καύσεως, ὅπερ ἐστὶν ἀθρόα κένωσις, ὁ Ἱπποκράτης
13. συμβουλεύει φυλάττεσθαι. φαίνεται γὰρ οὕτως ἀποβαῖνον
14. ὡς λέγει. γέγραπται δὲ καὶ πρὸς Ἐρασιστράτου
15. λεπτομερέστερον περὶ τῶν ὑδερικῶν ἐπὶ πλέον ὡς φάσκοντος
16. αὐτοῦ πεπειρᾶσθαι τῆς ἀθρόας κενώσεως, πυρετούς
17. τε φερούσης καὶ θάνατον. ὁρῶμεν δὲ ἐπὶ τῶν ἄλλων μορίων,
18. ὥσπερ ἐπὶ θώρακος, ὅταν ὄγκος τις ἐμπυήσῃ μέγας,
1. ἐπισφαλῆ γινομένην τὴν ἀθρόαν κένωσιν, ἔν γε τῷ παραχρῆμα
2. λειποψυχούντων τε καὶ καταπιπτόντων τὴν δύναμιν
3. καὶ μετὰ ταῦτα δυσανάκλητον ἐχόντων τὴν ἀσθένειαν. ἔοικεν
4. οὖν ἐπὶ μὲν τοιούτων ἐκ τῆς ἐπὶ πολὺ τῶν σωμάτων
5. διαστάσεως καὶ τῆς τοῦ πύου δριμύτητος, ἀνεστομῶσθαί
6. τινα τῶν ἀρτηριωδῶν ἀγγείων, ἃ πρότερον μὲν οἷον ἐπίπωμά
7. τι τὸ πῦον εἶχε, κενωθέντι δ’ ἀθρόως τῷ πύῳ συνέπεται
8. καὶ συνεκκρίνεται πνεῦμα καὶ κατὰ τοῦτο ἡ βλάβη γίνεται
9. τοῖς κάμνουσιν. κατὰ μέντοι τοὺς ὑδέρους οὐ διὰ τοῦτο
10. μόνον βλάβη γίνεται τοῖς κάμνουσιν, ἀλλὰ καὶ ὁ τοῦ σπλάγχνου
11. σκίῤῥος, ὡς ἃν μηκέτ’ ὀχούμενος ὑπὸ τῆς ὑδατώδους
12. οὐσίας, κατασπᾷ τό τε διάφραγμα καὶ τὰ κατὰ τὸν θώρακα
13. σπλάγχνα.

Cliquer un n° de page pour en afficher l’image