Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.28, ed. Kühn, 1827, vol. 18a, p. 40-43. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.28


16. Εὐνοῦχοι οὐ ποδαγριῶσιν οὐδὲ φαλακροὶ γίνονται.

1. Τοὺς εὐνούχους τὸ τῆς τομῆς τῶν ὄρχεων πάθος
2. ὁμοίους ταῖς γυναιξὶ ποιεῖ. ἐκείναις οὖν ὥσπερ οὐ γίνεται
3. φαλάκρωσις, οὕτως οὐδὲ τοῖς εὐνούχοις διὰ τὸ ψυχρὸν
4. τῆς κράσεως. τὸ μέντοι μὴ ποδαγριᾷν αὐτοὺς ἐν μὲν τοῖς
5. καθ’ Ἱπποκράτην χρόνοις ἦν ἀληθὲς, ἐν δὲ τῷ νῦν οὐκέτι,
6. διὰ τὴν ὑπερβάλλουσαν ἀργίαν τε ἅμα καὶ ἀκολασίαν τῆς
7. διαίτης. ἔχει δὲ ὧδε τὸ σύμπαν· ἀναγκαῖον μὲν ἀσθενεστέρους
8. ἔχειν τοὺς πόδας, μέλλει τις ἁλῶναι ποδάγρα, καθάπερ
9. τὸν ἐγκέφαλον, εἰ μέλλει τις ἐπιληπτικὸς ἔσεσθαι.
10. οὐ μὴν ἀναγκαῖόν γε πάντως ἑκάτερον ἁλῶναι τῷ πάθει
11. μηδὲν ἐν τῷ βίῳ πλημμελοῦντα. μαθήσῃ δὲ ἐναργῶς ὅτι
12. τοῦ μέρους ἡ ἀσθένεια τὸ πάθος οὐχ ἱκανὴ ποιεῖν ἐστιν
13. ἐν τῷ μεταξὺ χρόνῳ τῶν παροξυσμῶν, ἐν ᾧ μηδὲν ὅλως
14. ἐνοχλοῦνται, καίτοι τῆς φυσικῆς ἀσθενείας διὰ παντὸς
15. ὑπαρχούσης αὐτῇ. εὔδηλον δὲ καὶ τοῦτ’ ἔστιν ἐπὶ τῶν ποδαγρικῶν
16. ἐναργῶς φαινόμενον, ὡς ἐπιῤῥέοντος αὐτοῖς τινος
17. ἐπὶ τοὺς πόδας χυμοῦ περιττοῦ συνίσταται τὸ πάθος. ἐὰν
18. οὖν μηδέποθ’ οὗτος ἐπιῤῥέει, πρόδηλον ὡς οὐδὲ τὸ πάθος
1. ἔσται ποτὲ, οὐκ ἐπιῤῥυήσεται δὲ διὰ παντὸς, εἰ τὸ σῶμα
2. γενήσεται δ’ ἀπέριττον, ἐὰν γυμνάζηται τὰ μέτρια καὶ πέττῃ
3. καλῶς ὁ ἄνθρωπος τὴν τροφὴν, ὅθεν ἀργίαι τε καὶ ἀδηφαγίαι
4. βλάπτουσιν αὐτούς. βλάπτουσι δὲ καὶ τῶν ἰσχυρῶν
5. καὶ πολλῶν οἴνων αἱ πόσεις καὶ μάλισθ’ ὅταν
6. ἄνευ τοῦ προεδηδοκέναι τις αὐτῶν προσφέρηται. πληροῦσι
7. γὰρ ἑτοίμως οἷ τοι τὸ νευρῶδες γένος, ὥσπερ καὶ αἱ συνουσίαι.
8. κατὰ μὲν τοὺς Ἱπποκράτους χρόνους ὀλίγοι παντάπασιν
9. ἐποδαγρίων, διὰ τὸ τοῦ βίου κόσμιον, ηὐξημένης δὲ
10. τῆς τροφῆς εἰς τοσοῦτον ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, ὡς
11. ἂν μηδ’ ἐπινοεῖν ἔστι προσθήκην αὐτῇ, ἄπειρόν τι τὸ
12. πλῆθος τῶν ποδαγριώντων ἐστίν. ἐνίων μὲν οὖν οὔτε γυμναζομένων
13. καὶ πρὸ τῆς τροφῆς πινόντων οἴνους ἰσχυροὺς,
14. ἀφροδισίοις τε χρωμένων ἀμέτρως. ἐνίων δὲ, εἰ καὶ μὴ
15. περὶ πάντα, καθ’ ἓν γοῦν ἢ δεύτερον ὧν εἶπον πάντως
16. ἁμαρτανόντων. ἀλλ’ ὅταν ἡ πλημμέλεια γίνηται μεγάλη,
17. πολλάκις ἐξαρκεῖ καὶ μόνον ἕν τι τῶν εἰρημένων ἁμαρτηθέν.
18. διὰ τοῦτο γοῦν καὶ οἱ εὐνοῦχοι ποδαγριῶσιν, εἰ καὶ
1. ὅτι μάλιστα τῶν ἀφροδισίων ἀπέχονται. τηλικαύτη γοῦν
2. ἔστιν ἥ τε ἀργία καὶ ἡ ἀπληστία ἐπ’ αὐτῶν καὶ οἰνοφλυγία,
3. ὥστε καὶ τῶν ἀφροδισίων χωρὶς ἁλῶναι δύνασθαι
4. ποδάγρᾳ. τὰ δ’ αὐτὰ δηλονότι κἀπὶ τῶν ἀρθριτικῶν εἰρῆσθαι
5. νόμιζε. τοὐπίπαν γὰρ ἅπαντες οἱ ἀρθριτικοὶ πρότεροι
6. γίνονται ποδαγρικοί. προσελήλυθε δὲ ταῖς εἰρημέναις
7. αἰτίαις, δι’ ἃς νῦν ποδαγριῶσι πολλοὶ, καὶ τὸ πατέρων τοὺς
8. πλείστους γεγονέναι καὶ πάππων ἤδη ποδαγρικῶν, ἐφ’ ὧν
9. δηλονότι τὸ σπέρμα μοχθηρότερον ἦν καὶ διὰ τοῦτο καὶ τοῖς
10. ἐγγόνοις ἰσχυροτέραν τοῖς μορίοις εἰργάσατο τὴν ἀσθένειαν.

Cliquer un n° de page pour en afficher l’image