7. Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι κακὸν, καὶ
8. ξὺν πυρετῷ κάκιον.
10. Αἱ δυσεντερίαι γίνονται μὲν ὑπὸ δριμέων χυμῶν, ἑλκώσεις
11. δ’ εἰσὶν ἐντέρων, ἐν ἀρχῇ μὲν ἐπιπολῆς ξυομένων,
12. τῷ χρόνῳ δὲ βαθύτερα καὶ σηπεδονώδη τοὐπίπαν ἰσχόντων
13. τὰ ἕλκη, καθ’ ὃν μάλιστα χρόνον ἡ γαστὴρ αὐτοῖς συμπάσχουσα
14. βλάπτεται περὶ τὰς πέψεις, ἐπανιούσης δ’ ἀεὶ καὶ
15. μᾶλλον ἀνωτέρω τῆς κακώσεως, ἐπειδὰν καὶ τὸ στόμα συμπάθῃ
16. τῆς κοιλίας, ἀπόσιτοι γίνονται, τουτέστιν ἀνόρεκτοι.
17. γίγνονται μὲν γὰρ ἐνίοτε καὶ κατ’ ἀρχὰς ἀπόσιτοι διὰ τοὺς
18. συῤῥεόντας ἰχῶρας ἐξ ἥπατος, ἐφ’ ὧν ἔφαμεν ἐξύσθαι τὰ
1. ἔντερα καὶ μάλισθ’ ὅταν ὦσιν οὗτοι πικρόχολοι, μέρος γὰρ
2. αὐτῶν ἐπιπολάζον ἀναφέρεται πρὸς τὸ στόμα τῆς γαστρός.
3. κατὰ δὲ τὰς χρονίας δυσεντερίας, ὅταν ἐπιγένηται τοῦτο τὸ
4. σύμπτωμα, νέκρωσιν ἤδη τινὰ σημαίνει γεγονέναι τῇ γαστρὶ
5. κατὰ συμπάθειαν, ἐφ’ ᾗ τελέως ἀπολωλεκέναι ἀναγκαῖον τὸ
6. εἰς τὴν ζωὴν ἔργον. εἰ δ’ ἅμα τῇ ἀνορεξίᾳ καὶ πυρετὸς
7. ἐπιγένοιτο τῇ δυσεντερίᾳ, δυοῖν θάτερον, ἢ σηπεδών τίς
8. ἐστι περὶ τὰ ἕλκη, ἢ ἀξιόλογος φλεγμονή· καὶ οὕτως, ὡς εἴρηται,
9. συμπασχούσης ὅλης αὐτῆς ἤδη τῆς γαστρὸς ὀλεθρίως
10. ἔχουσιν οἱ κάμνοντες.