8. Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιάζειν.
10. Ὅτι μεγίστην δύναμιν εἰς ποδάγρας γένεσιν ἡ τῶν
11. ἀφροδισίων ἔχει χρῆσις εὔδηλον κἀπὶ τῶν παιδίων, ὥσπερ
12. ὀλίγον ἔμπροσθεν κἀπὶ τῶν εὐνούχων ἔλεγεν. εὐνούχους
13. μὲν οὖν ἑωράκαμέν τινας ποδαγριῶντας, παῖδας δ’ οὐκ εἴδομεν.
14. ἀλλ’ εἰ καί τις ἑάλω τοιούτῳ πάθει, μετὰ τοῦ καὶ
15. τὰ γόνατα καὶ τὰ κατὰ τὰς χεῖρας ἄρθρα συνεξοιδῆσαι πέπονθεν
16. ἀρθριτικὸν τρόπον τινὰ αἰφνίδιον, ὑπὸ πληθώρας
17. ἐκ πολλῶν ἀπεψιῶν ἀθροισθείσης.