Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.31, ed. Kühn, 1827, vol. 18a, p. 45-50. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.31


2. Ὀφθαλμῶν ὀδύνας ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυρίη
3. ἢ φλεβοτομίη ἢ φαρμακείη λύει.

5. Ἐκ πείρας μοι δοκεῖ μᾶλλον, οὐκ ἐκ λόγου τινὸς ἐγνωκέναι
6. τῶν εἰρημένων ἕκαστον ὁ Ἱπποκράτης· οὐδὲν γὰρ
7. θαυμαστὸν ὀδυνώμενον ἄνθρωπον ἐπὶ λουτρὸν ὁρμήσαντα
8. παύσασθαι τῆς ὀδύνης ἢ κωλυόμενον οἶνον πιεῖν, εἴτ’ οὐδὲν
9. ὠνηνάμενον, ὁρμῆσαι πρὸς αὐτὸν ὄντα καὶ ἄλλως οἰνόφλυγα,
10. κἄπειτα ὠφεληθῆναι. καθάπερ οὖν καὶ ἄλλα πολλὰ τῶν
11. οὕτως ὁραθέντων ἐγράφη τοῖς ἰατροῖς ἀδιορίστως, οὕτω
12. κἀνταῦθα δοκεῖ μοι γεγράφθαι, μήτε λογικῶς εἰπόντος αὐτοῦ
13. τὰς διαθέσεις μήτ’ ἐμπειρικῶς τὰς συνδρομάς. τό γε
14. μὴν ἐκ τῶν οὕτω γραφομένων λόγων χρήσιμον ἡμῖν ἐστιν
15. εἰς τὸ ζητῆσαι τὰς διαθέσεις ἐφ’ αἷς ἀκρητοποσίη τε καὶ
16. λουτρὸν ἕκαστόν τε τῶν εἰρημένων ἐφεξῆς ὀνίνησιν, ὅπερ
17. κἀμοὶ συνέβη. τὸ μὲν γὰρ ὅτι πάντως εἰσί τινες τῶν ὀδυνωμένων
1. ὀφθαλμοὺς, οἱ μὲν ἀκρητοποσίαις, οἱ δὲ λουτροῖς
2. ὠνηνάμενοι, πιστεύων Ἱπποκράτει ἐπεπείσμην. οὐ γὰρ ἂν
3. ἔγραψεν αὐτὸ μὴ θεασάμενος, οὐ μὴν ὑπό γε τῶν διδασκάλων
4. τινὸς ἐθεασάμην ποτὲ τοιοῦτον βοήθημα προσενεχθὲν
5. κάμνοντι. ζητήσας οὖν πάσας τὰς διαθέσεις, ἐφ’ αἷς ἀναγκαῖόν
6. ἐστιν, οὐ κατὰ τὸν ὀφθαλμὸν μόνον, ἀλλὰ καὶ κατ’
7. ἄλλα μόρια γίνεσθαι τὰς ὀδύνας, εἶτ’ ἐμαυτὸν πείσας εὑρηκέναι.
8. τοὐτεῦθεν ἐσκεψάμην αὐτῶν τὰ γνωρίσματα, κἀπειδὴ
9. καὶ περὶ τούτων ἐπείσθην, ἐτόλμησα προσαγαγεῖν τὰ βοηθήματα
10. τοῖς ὀδυνωμένοις· καὶ πρῶτον μὲν ἔλουσα νεανίσκον
11. ὃν εὐλόγως ὁ θεραπεύων πεφλεβοτόμηκε κατὰ τὴν δευτέραν
12. ἡμέραν ἀπ’ ἀρχῆς, εἶθ’ ἑξῆς ἐθεράπευσε τοῖς διὰ πείρας
13. φαρμάκοις, φλεγμονῆς μόνης οὔσης κατὰ τοὺς ὀφθαλμούς.
14. ὠδυνᾶτο δὲ κατά τινας εἰσβολὰς σφοδρότατα καθ’ ἃς αὐτὸς
15. ἔφασκεν αἰσθάνεσθαι δριμέων ὑγρῶν ἀθρόως ἐπιῤῥυέντων
16. τοῖς ὀφθαλμοῖς, εἶτ’ ἐκκριθέντων αὐτῶν ἐπαύετο τὸ σφοδρότατον
17. τῆς ὀδύνης, οὐ μὴν παντάπασιν ἀνώδυνος ἐγίγνετο,
1. καὶ τοῦτο αὐτὸ συνέβη δι’ ὅλης τῆς πέμπτης ἡμέρας, ἀεὶ
2. καὶ μᾶλλον αὐξανόμενον, οὐκέτ’ οὖν φέρων τὴν ὀδύνην ἐκάλεσεν
3. ἐμέ τε καὶ τῶν ὀφθαλμικῶν ἰατρῶν τινα τῶν τότε
4. ὄντων ἐν Ῥώμῃ τὸν δοκιμώτατον· ἐκείνῳ μὲν οὖν ἐδόκει
5. τότε χρῆσθαί τινι κολλυρίῳ τῶν ἐμπλαστικῶν τε ἅμα καὶ
6. ἀνωδύνων, οἷα τά τε διὰ ψιμυθίου πεπλυμμένου
7. καὶ ἀμύλου καὶ μήκωνος συντιθέμενα. μάλιστα γὰρ ἂν οὕτως
8. ἀνασταλήσασθαι τὸ ἐπιῤῥέον ἤλπιζε διὰ τῶν ἐμπλαστικῶν,
9. ναρκωθήσεσθαί τε ἅμα διὰ τῶν ναρκωτικῶν τὴν αἴσθησιν.
10. ἐγὼ δ’ ἐξ ἀρχῆς ἀπόπτως ἔσχηκα πρὸς τὰ τοιαῦτα
11. τῶν φαρμάκων· οὔτε γὰρ ἀναστέλλει τὰ σφοδρὰ τῶν ῥευμάτων,
12. ἀλλ’ ἐκκρίνεσθαι κωλύει καὶ διὰ τοῦτο δριμέων μὲν
13. ὄντων αὐτῶν ἑλκοῦσθαι συμβαίνει τὸν κερατοειδῆ· πολλῶν
14. δὲ διατείνεσθαί τε καὶ παροξύνεσθαι σφοδρῶς, ὥσπερ ῥηγνύμενον,
15. ἐφ’ οἷς εἰ μὴ καὶ μεγάλως εἴη ναρκωτικὸν τὸ
16. φάρμακον, ἀφορήτους συμβαίνει εἶναι τὰς ὀδύνας. εἰ δ’
17. οὕτως εἴη ναρκωτικὸν ὡς καὶ τῆς μεγίστης φλεγμονῆς ἀναισθήτους
1. ἐργάζεσθαι τοὺς ὀφθαλμοὺς, ἀναγκαῖόν ἐστιν ἅμα
2. κακοῦσθαι τὴν ὀπτικὴν δύναμιν, ὡς μετὰ τοῦ παύσασθαι
3. τὴν ὀφθαλμίαν ἢ παντελῶς ἀμυδρὸν ἢ μηδ’ ὅλως αὐτοὺς
4. ὁρᾷν, ἅμα δ’ ὑπολείπεσθαί τινα σκιῤῥώδη διάθεσιν ἐν τοῖς
5. χιτῶσι δυσίατον. ἅτε οὖν ταῦτα γινώσκων, ὁρῶν τε τὸ
6. ἐπιῤῥέον οὐκ ὀλίγον ἰσχυρῶς τε δριμὺ καὶ θερμὸν, ἐνόησα
7. χρήσασθαι πυρίᾳ πρότερον, ἕνεκα πείρας, ὡς ἐξ αὐτῆς ἀκριβέστερον
8. εἰσόμενος, ὁποία τίς ἐστιν ἡ διάθεσις. εἴωθε γὰρ
9. ἐπὶ τῶν τοιούτων ἡ πυρία παρηγορεῖν μὲν ἄχρι τινὸς, ἐπικαλεῖσθαι
10. δ’ ἕτερον ῥεῦμα. καθ’ ὃν γὰρ λόγον διαφορεῖν
11. πέφυκε τὸ περιεχόμενον ἐν τοῖς ὀφθαλμοῖς, κατὰ τὸν αὐτὸν
12. λόγον ἕλκειν ἕτερον ἐκ τῶν πλησίων· ἀλλ’ ἅμα γε τῷ κελεῦσαί
13. με τό θ’ ὕδωρ κομισθῆναι τὸ θερμὸν καὶ τὸν σπόγγον,
14. αὐτὸς ὁ κάμνων ἔφη πεπειρᾶσθαι ἤδη πολλάκις δι’
15. ὅλης ἡμέρας τοῦ βοηθήματος, παρηγοροῦντος μὲν αὐτὸν,
16. ὀλίγῳ δ’ ὕστερον ὀδύνην μείζονα ἐπιφέροντος. ἀκούσας οὖν
17. ἐγὼ τοῦτον τὸν μὲν ὀφθαλμικὸν ἰατρὸν ἀπέλυσα, παραμένειν
18. αὐτὸς ὑποσχόμενος καὶ ποιήσειν ἀνώδυνον τὸν κάμνοντα χωρὶς
1. φαρμάκου ψυκτικοῦ, τῷ λουτρῷ δὲ αὐτίκα χρησάμενος
2. καὶ μόνῳ, οὕτως ἀνώδυνον εἰργασάμην αὐτὸν, ὡς
3. δι’ ὅλης νυκτὸς κοιμηθῆναι, μηδ’ ἅπαξ καλέσαντα τῶν παρακοιμωμένων
4. μηδένα. τοὐτεῦθεν δὲ λοιπὸν ἐφ’ ὧν ἐσημειωσάμην
5. ἐπιῤῥεῖν μὲν τοὺς δριμεῖς χυμοὺς τοῖς ὀφθαλμοῖς,
6. οὐ μὴν ἔτι γε πληθωρικὸν εἶναι τὸ σῶμα, βαλανείου χρήσει
7. τὴν ὀδύνην αὐτῶν ἰασάμην. ἄλλον δὲ τινα νεανίσκον
8. ἡμερῶν μὲν ἤδη πλειόνων ὀφθαλμιῶντα, κατ’ ἀγρὸν οὐκ
9. ἐγγὺς ὄντα τῆς πόλεως, ὕστερον δ’ ὡς ἐν αὐτοῖς διέμενεν,
10. ἀφικόμενον εἰς τὴν πόλιν ἰδὼν αὐχμηροὺς μὲν ἔχοντα τοὺς
11. ὀφθαλμοὺς, ἰσχυρῶς δ’ ὠγκωμένας καὶ πλήρεις αἵματος
12. τὰς κατ’ αὐτοὺς φλέβας, ἐκέλευσα λουσάμενον ἀκρατεστέρῳ
13. χρῆσθαι τῷ πώματι, οὕτω πειραθῆναι καθυπνῶσαι· καὶ
14. τοίνυν ὕπνος τε βαθὺς αὐτῷ γίνεται καὶ ἀνώδυνος ἕωθεν
15. ἀνέστη καί μοι θάρσος ἐνεποίησεν, ἐφ’ ὧν ἐστιν ἔνστασις
16. αἵματος παχέος ἐν τοῖς τῶν ὀφθαλμῶν φλεβίοις ἄνευ πληθωρικῆς
17. διαθέσεως ἐν ὅλῳ τῷ σώματι, οἴνου χρῆσθαι πόσει
18. δυναμένου καὶ κενοῦν τὸ αἷμα καὶ τῷ σφοδρῷ τῆς κινήσεως
1. ἐκφράττειν τὰς ἐνστάσεις. ταυτὶ μὲν οὖν ἀγωνιστικὰ
2. βοηθήματα τῆς κατ’ ὀφθαλμοὺς ὀδύνης. ἀσφαλέστατον δ’
3. ἡ πυρία καὶ πάντως τινὰ χρείαν παρέχον ἢ ὡς σημεῖον εἰς
4. διάγνωσιν ἢ ὡς αἴτιον ὑγιείας τοῖς ὀφθαλμοῖς. ὅταν
5. μὲν γὰρ μηκέθ’ ὅλως ἐπιῤῥέῃ, κατὰ μὲν τὴν πρώτην προσφορὰν,
6. αὐτῷ τῷ θερμαίνειν μόνῳ παρηγορίαν τινὰ μετρίαν
7. ἤνεγκεν, ὀλίγῳ δ’ ὕστερον αὐξάνει τὴν ὀδύνην καὶ γίνεται
8. τηνικαῦτα διαγνωστικὸν σημεῖον ὡς καταμαθόντας ἡμᾶς τὴν
9. διάθεσιν ἐπί τινα κένωσιν ὅλου τοῦ σώματος ἀφικέσθαι,
10. πληθωρικοῦ μὲν ὄντος αὐτοῦ διὰ φλεβοτομίας, κακοχύμου
11. δὲ διὰ καθάρσεως. οὐ γὰρ δὴ χαλεπόν γέ σοι διακρῖναι
12. κακοχυμίαν ἀπὸ πλήθους αἵματος.

Cliquer un n° de page pour en afficher l’image