15. Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς.
1. Ὥσπερ τὸ ψελλίζεσθαι τῆς διαλέκτου πάθος ἐστὶν, οὐ
2. τῆς φωνῆς, οὕτω καὶ τὸ τραυλίζειν μὴ δυναμένης τῆς γλώττης
3. ἀκριβῶς ἐκείνας διαρθροῦν τὰς φωνὰς, ὅσαι διὰ τοῦ
4. τ καὶ ρ λέγονται, καθάπερ αὐτήν τε ταύτην τὴν τραύλωσιν
5. καὶ ὁμοίως τάσδε, τρέχει, τρέμει, τραχὺς, τροχὸς,
6. τρυφερὸς ὅσαι τε ἄλλαι παραπλήσιαι. δέονται γὰρ αἱ
7. τοιαῦται πᾶσαι τῆς γλώττης μετὰ τοῦ πλατύνεσθαι στηριζομένης
8. ἐπὶ τοῖς προσθίοις ὀδοῦσιν. ὅταν οὖν ἀτονωτέρα
9. τισὶ ὑπάρχῃ, στηρίζεται χεῖρον καὶ οὐ διαρθροῖ τὸν τοῦ τ
10. καὶ ρ φθόγγον, ἀλλ’ ἐπὶ τὸν τ καὶ λ μεταπίπτει. δύναται
11. δ’ αὐτῇ γενέσθαι τοῦτο καὶ διότι βραχυτέρα πώς ἐστι τοῦ
12. προσήκοντος, ὅπερ ἐστὶ σπανιώτατον· ἀλλὰ καὶ διότι μαλακωτέρα
13. τε καὶ ὑγροτέρα τὴν κρᾶσιν ἡ τραύλωσις γίνεται.
14. οὕτω γοῦν καὶ τὰ παιδία τραυλίζει παραπλησίου τοῦ συμβαίνοντος
15. αὐτοῖς ὑπάρχοντος οἷόν τι καὶ περὶ τὴν βάδισιν
16. γίνεται. καὶ γὰρ καὶ ταύτην τὰ μὲν οὐδ’ ὅλως, τὰ δ’ οὐχ
17. ἱκανῶς ἔχει τῶν σκελῶν αὐτοῖς διὰ μαλακότητα στηρίζεσθαι
18. βεβαίως ἀδυνατούντων. ἐνίοις δὲ καὶ τῶν τελείων, ὅταν
1. διαλεγόμενοι κάμνωσι, συμβαίνει τραυλίζειν, ὥσπερ καὶ τοῖς
2. ἐπὶ τὸ πλεῖστον αὐλήσασιν, οὕτω δὲ καὶ τοῖς ἐν νόσῳ κεκμηκόσιν
3. ἰσχυρῶς τὴν δύναμιν, ὥσπερ γε καὶ διὰ τὸ σφοδρότερον
4. ξηρανθῆναι τὴν γλῶτταν ἐνίοις. ἀλλ’ ἡ τοσαύτη
5. ξηρότης οὐδενὶ τῶν κατὰ φύσιν ἐχόντων ὑπάρξαι δύναται.
6. καὶ διὰ τοῦτο μόνης ὑγρότητος ἀμέτρου σύμπτωμά ἐστιν
7. ἐν τοῖς φύσει τραυλοῖς ἡ τῆς διαλέκτου βλάβη μὴ δυναμένων
8. τῶν μυῶν τῆς γλώττης ἐγκρατῶς στηρίζεσθαι. τοῦτο
9. δὲ αὐτοῖς συμβαίνειν ἐγχωρεῖ μὲν καὶ διὰ τὴν οἰκείαν ἀῤῥωστίαν,
10. ἐγχωρεῖ δὲ καὶ διὰ τὴν τῶν νεύρων, ὧν παρ’ ἐγκεφάλου
11. λαμβάνει δηλονότι. καὶ οἱ μεθύοντες οὖν ἐνίοτε
12. τραυλίζουσι, τοῦτο μὲν ὑγρότητι πολλῇ διαβρεχομένου
13. τοῦ ἐγκεφάλου, τοῦτο δ’ ὑπὸ πλήθους αὐτῆς βαρυνομένου.
14. συμβήσεται γοῦν οὕτω καὶ τοῖς φύσει τραυλοῖς ἤτοι
15. τὸν ἐγκέφαλον ὑγρὸν ὑπάρχειν ἢ τὴν γλῶτταν ἢ ἀμφότερα.
16. τοῦ μὲν οὖν ἐγκεφάλου τοιαύτην ἔχοντος κρᾶσιν ἀποῤῥεῖν
17. μὲν εἰκός ἐστι περιττωμάτων ὑγρῶν πλῆθος, ὑποδέχεσθαι
18. δὲ αὐτὰ καταῤῥέοντα τὴν γαστέρα, κἀντεῦθεν ἁλίσκεσθαι
1. διαῤῥοίαις μακραῖς τὸν ἄνθρωπον. τῆς γλώττης δ’ αὐτῆς
2. ὑγροτέρας οὔσης σφόδρα φύσει καὶ τὴν κοιλίαν εἰκὸς εἶναι
3. τοιαύτην, ὡς ἂν θατέρου τῶν χιτώνων αὐτῆς κοινοῦ πρὸς
4. τὴν γλῶτταν ὑπάρχοντος, ἀσθενοῦς δὲ δι’ ὑγρότητα, κοιλίας
5. δ’ οἰκεῖον πάθημα, χρονία διάῤῥοια.