8. Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.
10. Τοὺς ὀξυρεγμιώδεις ὀξεῖαν ἔχοντας ἐρυγὴν σπανίως φησὶν
11. ἁλίσκεσθαι πλευρίτισι· τὸ γὰρ οὐ πάνυ τῶν σπανίως
12. γιγνομένων δηλωτικόν ἐστιν, οὐ τῶν οὐδ’ ὅλως, ὡς ἔνιοι
13. τῶν ἐξηγησαμένων τὸ βιβλίον ἔγραψαν. εἴρηται δ’ ἡμῖν ἐν
14. τοῖς περὶ πλευρίτιδος λόγοις ὡς ἡ μὲν ἅμα τοῖς ὠχροῖς τε
15. καὶ ξανθοῖς πτύσμασιν ἐπὶ χολώδεσι γίνεται χυμοῖς, ἡ δ’
16. ἅμα τοῖς ἀφρώδεσι ἐπὶ φλεγματικοῖς. ὥσπερ καὶ ἡ μὲν
17. ἅμα τοῖς μελαντέροις ἐπὶ τοῖς μελαγχολικοῖς, ἡ δ’ ἅμα
1. τοῖς ἐρυθροῖς ἐπ’ αὐτῷ τῷ αἵματι. φλεγμονὴ μὲν γάρ
2. ἐστι περὶ τὸν ὑπεζωκότα καλούμενον ὑμένα ἡ τῶν πλευριτικῶν
3. διάθεσις. ἁπάσης δὲ φλεγμονῆς γινομένης ὑπὸ πλεονεξίας
4. τινὸς χυμοῦ κατὰ τὴν ἐκείνου φύσιν, τό τε τῶν
5. πτυσμάτων εἶδος ἐπιγίνεται τοῖς πλευριτικοῖς ἥ τε τῆς σωτηρίας,
6. ἥ τε τοῦ θανάτου προσδοκία. καταδέχεσθαι δ’
7. οὐχ ὁμοίως πεφύκασι τοὺς χυμοὺς οἵ θ’ ὑμένες καὶ ὁ
8. πνεύμων. πυκνὴ μὲν γὰρ καὶ ἡ τῶν ὑμένων φύσις, ἀραιὸς
9. δὲ πάντῃ καὶ μανὸς ὁ πνεύμων ἐστὶν, ὥστε τούτῳ μὲν ἅπαντας
10. ἕτοιμον δέχεσθαι τοὺς χυμοὺς, τῷ δ’ ὑπεζωκότι τοὺς
11. χολώδεις μᾶλλον. διὰ τοῦτο οὖν οἷς φύσει πλεονάζει τὸ
12. φλέγμα, σπανίως ἁλίσκονται πλευρίτισι καὶ μάλιστ’ ἐὰν ἁλυκότητά
13. τινα καὶ δριμύτητα προσλάβῃ. τὸ γὰρ τοιοῦτον
14. δάκνον τὰ ἔντερα πρὸς τὴν διαχώρησιν ἐρεθίζει καὶ συμβαίνει
15. τηνικαῦτα μὴ μόνον τῷ φλέγματι κενοῦσθαι, συναπέρχεσθαι
16. δ’ αὐτῷ πολλὰ καὶ τῶν ἄλλων περιττωμάτων.
17. ἔλεγε δ’ αὐτὸς ἐν τῷ περὶ ὑδάτων τε καὶ τόπων καὶ ἀέρων
1. ἥκιστα πλευρίτισί τε καὶ τοῖς ἄλλοις νοσήμασι ἁλίσκεσθαι
2. τοὺς ὑγρὰν ἔχοντας φύσει τὴν γαστέρα.