5. Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται,
6. ὁκόσοις δ’ ἂν φαλακροῖς ἐοῦσι κιρσοὶ ἐπιγίνωνται,
7. πάλιν οὗτοι γίνονται δασέες.
9. Ὁπόταν ἐν ἀνδρὸς φρονίμου συγγράμματι λόγος εὑρεθῇ
10. προφανῶς ψευδὴς, εἰκότως ἀπορεῖσθαι συμβαίνει τοὺς
11. ἀναγινώσκοντας αὐτὸν καὶ πρῶτον μὲν ἑαυτοῖς ἀπιστεῖν, ὡς
12. μηδὲ τὰ φανερὰ γινώσκουσι, εἶθ’ ἑξῆς ὑποπτεύειν, μή τι
13. τῶν ὑποκειμένων ψευδὲς εἴη. τίς γὰρ οὐκ οἶδε ἀνίατόν τι
14. πάθημα τὴν φαλάκρωσιν ὑπάρχουσαν; ἀλλὰ καὶ τὸ μηδέποτε
15. ἐπιγίνεσθαι μεγάλους κιρσοὺς τοῖς φαλακροῖς οὐκ
16. ἀληθὲς, ὥσπερ οὐδὲ τὸ γενομένων κιρσῶν παύεσθαι τὴν
17. φαλάκρωσιν, εἰ μή τι ἄρα, καθάπερ ἔνιοί φασι, τὴν καλουμένην
18. ὑπὸ τῶν ἰατρῶν μαδάρωσιν ὀνομάζει φαλάκρωσιν.
1. ἐκείνη γὰρ ὑπὸ μοχθηρῶν χυμῶν γιγνομένη, καθάπερ αἵ τε
2. ὀφιάσεις καὶ ἀλωπεκίαι ὀνομαζόμεναι, μεταστάντων εἰς τὰ
3. σκέλη τῶν φαύλων χυμῶν ἐργάζεσθαι δύνανται κιρσοὺς,
4. ἀνακτήσασθαί τε τὰς τρίχας. εἰ γὰρ ἔμπροσθεν ὑπὸ μοχθηρῶν
5. χυμῶν φθειρομένων αὐταῖς τῶν ῥιζῶν ἡ διαφθορὰ
6. συνέβαινεν, εἰκότως νῦν ἐπὶ τῇ μεταστάσει τῶν χυμῶν, εἰς
7. τὴν κατὰ φύσιν ἐπανήξουσι κατάστασιν.