10. Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγινομένη κακόν.
12. Ἐπιγίνεσθαι τοῖς πάθεσιν ἕτερα πάθη τε καὶ συμπτώματα
13. τοῖς παλαιοῖς ἰατροῖς ἔθος ἐστὶ λέγειν ὅσα κατὰ
14. τὸν αὐτοῦ πάθους λόγον αὐξανομένου συμβαίνειν εἴωθε.
15. τοιοῦτον γάρ τι καὶ τὸ τῶν ἐπιγινομένων ἐστὶ Πραξαγόρου
16. βιβλίον. οὕτω δὲ καὶ νῦν εἴρηται ἐπὶ τῆς βηχός· οὐ γὰρ
17. ἐπειδὰν δι’ ἄλλην τινὰ γένηται πρόφασιν, ὑδερικῷ
18. βὴξ ὀλέθριόν ἐστι σημεῖον, ἀλλ’ ὅταν αὐτῷ τῷ λόγῳ τοῦ
1. νοσήματος. ἡνίκα γὰρ ἂν ἐς τοσοῦτον αὐξηθῇ πλῆθος ἐπὶ
2. τῶν ὑδερικῶν παθῶν ἡ ὑδατώδης ὑγρότης, ὡς ἤδη καὶ τὰς
3. τραχείας ἀρτηρίας καταλαμβάνειν, εἶτα βὴξ ἐπιγένηται, τότε
4. κίνδυνος ἕπεται πνιγῆναι τὸν ἄνθρωπον οὐκ εἰς μακράν.