7. Δυσουρίην φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.
9. Οὐδ’ οὗτος ὁ λόγος ὑγιής ἐστιν, εἰ μὴ προσλάβῃ τὸν
10. καὶ συνδεσμὸν, ὥστε γενέσθαι τὸν ἀφορισμὸν τοιόνδε, δυσουρίην
11. καὶ φλεβοτομία λύει. ὄντως γὰρ καὶ φλεβοτομία λύει
12. δυσουρίαν, ἐκείνην δηλονότι τὴν διὰ φλεγμονὴν καὶ πλῆθος
13. γεγενημένην. τὸ δὲ τέμνειν τὰς εἴσω περὶ τῶν ἐν ταῖς χερσὶ
14. φλεβῶν λεγόμενον, οὔτ’ ἀληθές ἐστιν, οὔτε ὁμολογούμενον
15. Ἱπποκράτει. φαίνεται γὰρ ἐν ἅπασι τοῖς συγγράμμασιν
16. ἐπὶ μὲν τῶν ἀνωτέρω τοῦ ἥπατος ἐκ τῶν χειρῶν ἀποχέων
17. τοῦ αἵματος, ἐπὶ δὲ τῶν κατωτέρω τὰς κατὰ ἰγνὺν ἢ σφυρὸν
1. κελεύων τέμνειν. εἰ δὲ περὶ τούτων αὐτῶν εἰρῆσθαί
2. τις ὑπολάβοι τὸ τέμνειν τὰς εἴσω, μικρὰν τοῦτο δύναμιν
3. ἔχει. ἀπὸ μιᾶς γὰρ ἀμφότερα πεφύκασι φλεβὸς τῆς ἐν ἰγνύι
4. τριχῇ σχισθείσης, ὅτι καὶ μία φλέψ εἰς τοῦθ’ ἥκει τὸ κῶλον,
5. οὐχ ὥσπερ ἐπὶ τῆς χειρὸς δύο. βέλτιον οὖν ἐστι καὶ
6. τοῦτον τὸν ἀφορισμὸν ἕνα τῶν παρακειμένων ὑπολαβεῖν.