Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.38, ed. Kühn, 1827, vol. 18a, p. 59-61. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.38


2. Ὁκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν
3. βέλτιον. θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θεραπευόμενοι
4. δὲ πολὺν χρόνον διατελοῦσιν.

6. Κρυπτοὺς καρκίνους εἴρηκεν ἤτοι τοὺς χωρὶς ἑλκώσεως
7. ἢ τοὺς κεκρυμμένους, ὅπερ ἐστὶ μὴ φαινομένους ὃ πάλιν
8. ἴσον δύναται τῷ διὰ βάθους εἶναι τοῦ σώματος. ἀλλὰ
9. καὶ τὸ θεραπεύειν διττόν ἐστιν· ἓν μὲν τὸ πάντα πράττειν
10. ὡς ὑγιὲς ἀποφῆναι τὸ πεπονθὸς μέρος, ἕτερον δὲ τὸ προνοεῖσθαι
11. τὴν ἁρμόττουσαν τῷ πάθει πρόνοιαν, ὅπερ ἐστὶ
12. παρηγορεῖν τε καὶ πραΰνειν αὐτὸ, καὶ μάλισθ’ ὅταν ᾖ μεθ’
13. ἑλκώσεως. ἀναγκαῖον γὰρ εἰ καὶ μηδὲν ἄλλο τηνικαῦτα τοὺς
14. ἰχῶρας ἀποπλύνειν ὑγρῷ τινι χρώμενον, ὅπερ οὐ τὸ τυχὸν
15. εἶναι προσήκει, ἀλλ’ ὅ τί περ ἂν ἤτοι διὰ πείρας ἢ δι’ ἐνδείξεως
16. εὑρεθῇ μήτε σήπειν πεφυκὸς μήτ’ ἐρεθίζειν τὸ
17. πεπονθὸς μέρος. ταύτης μὲν οὖν τῆς θεραπείας οὔτ’ ἀφίστασθαι
18. προσήκει οὔθ’ οἱ χωρὶς ἑλκώσεως δέονται καρκίνοι.
1. τῆς δ’ ἐκ τοῦ τεμεῖν καὶ καῦσαι ἃ μόνῳ καρκίνῳ γινομένῳ
2. ἐστὶν ἰάματα, συμβουλεύει μὴ προσάγεσθαι κατὰ τοὺς
3. κρυπτοὺς καρκίνους. ὅτι μὲν οὖν οἱ ἐν τῷ βάθει διὰ τῆς
4. τοιαύτης ἀγωγῆς οὐ θεραπεύονται καὶ ἡ πεῖρα διδάσκει.
5. πάντας γὰρ οἶδα τοὺς ἐπιχωρήσαντας ἰᾶσθαι καρκίνους
6. τοιούτους παροξύναντας μᾶλλον αὐτοὺς, ἐν τάχει τε τοὺς
7. ἀνθρώπους ἀποκτείναντας. οἵ τε γὰρ τὸν ἐν τῷ οὐρανίσκῳ
8. συστάντα καὶ τὸν ἐν τῇ ἕδρᾳ καὶ τὸν ἐν τῷ κρυπτῷ
9. τῷ γυναικείῳ τεμόντες καὶ καύσαντες οὐκ ἠδυνήθησαν ἀπουλῶσαι
10. τὰ ἕλκη καὶ τῇ τῆς ἰάσεως ταλαιπωρίᾳ συνέτηξαν
11. τοὺς ἀνθρώπους ἄχρι θανάτου, οἷς ἐνῆν μὴ θεραπευομένοις
12. ἀλυπότερον ἄχρι πλείονος ἐξαρκέσαι χρόνου. τοὺς μὲν οὖν
13. τοιούτους καρκίνους οὐδ’ ὅλως ἐπιχειρητέον ἰᾶσθαι, τοὺς
14. δ’ ἐπιπολῆς ἐκείνους μόνους οὕς ἐκτεμεῖν οἶόν τε σὺν ταῖς
15. ῥίζαις αὐταῖς, ὡς ἂν εἴποι τις. οὐδὲν γὰρ χεῖρον οἱονεὶ
16. ῥίζας τινὰς ὀνομάσαι τοῦ καρκίνου τὰς διατεταμένας ἄχρι
17. τῶν πέριξ σωμάτων πεπληρωμένας φλέβας αἵματος μελαγχολικοῦ.
18. πολλοὶ μὲν γὰρ τῶν ἀξιολόγων ἰατρῶν οὐδὲ τούτους
1. ἐπιτρέπουσι χειρουργεῖν, ἀλλὰ μόνους ὅσοι περ ἂν ἑλκωθέντες
2. ἅμα μὲν ἀνιαροὶ τοῖς κάμνουσιν ὦσιν, ὡς αὐτοὺς
3. ὀρεχθῆναι τῆς χειρουργίας, ἅμα δ’ ἐν τοῖς τοιούτοις συστῶσι
4. μορίοις ἃ μετὰ τῶν ῥιζῶν ἐκτεμεῖν καὶ καῦσαι δυνατόν
5. ἐστιν. ἔνιοι δὲ οὐδὲ τούτοις ἀνασκευάζεσθαι ἐῶσιν,
6. ἀλλὰ τελέως ἀφίστασθαι συμβουλεύουσι βοηθημάτων ἀγωνιστικῶν
7. ἐπὶ καρκίνου παντός. Ἱπποκράτης γοῦν
8. ὅτι μὲν τοὺς ἐν τῷ βάθει τοῦ σώματος οὐκ ἀεὶ συνεβούλευσε
9. θεραπεύειν ἀγωνιστικῶς ἐξ αὐτῆς τοῦ πάθους τῆς
10. φύσεως ἔξεστι τεκμήρασθαι. εἰ δὲ καὶ τὸν ἐπιπολῆς τε
11. καὶ χωρὶς ἑλκώσεως ἄδηλον ἐστιν, ὅσον ἐπὶ τῇ κατὰ τὸν
12. ἀφορισμὸν λέξει. γεγράφασι δ’ αὐτὸν οἱ περὶ τὸν Ἀρτεμίδωρόν
13. τε καὶ τὸν Διοσκορίδην, ἄχρι τοῦ μὴ θεραπεύειν
14. βέλτιον.

Cliquer un n° de page pour en afficher l’image