Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.39, ed. Kühn, 1827, vol. 18a, p. 61-64. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.39


17. Σπασμὸς γίνεται ἢ ὑπὸ πληρώσιος ἢ κενώσιος, οὕτω δὲ
18. καὶ λυγμός.

1. Ὁ σπασμὸς, ὡς καὶ τοὔνομα αὐτὸ δηλοῖ, σπωμένων
2. ἐπὶ τὰς οἰκείας κεφαλὰς γίνεται τῶν μυῶν. ἐναργέστερον
3. δ’ ἂν εἴποι τις ἀνασπωμένων, ὅσπερ κἀν τῷ κατὰ φύσιν
4. αὐτοῖς ἐστι κινήσις. ἀλλ’ ἐκείνη μὲν οὐκ ἄνευ τῆς ὁρμῆς
5. γίνεται τοῦ ζώου, πάθος δ’ ἀκούσιόν ἐστιν ὁ σπασμὸς εἰς
6. παραπλησίαν διάθεσιν ἐρχομένων τῶν νευρωδῶν μορίων ἐν
7. αὐτοῖς, ἥνπερ κἀν τοῖς καθ’ ὁρμὴν κινήσεσιν ἐλάμβανον.
8. ὑπὸ γάρ τοι πληρώσεως γίνεται, καθάπερ ἐν ταῖς ὑπερβαλλόντως
9. ὑγραῖς καταστάσεσι τοῦ περιέχοντος ἀέρος αἱ χορδαὶ,
10. διὰ τοῦτο γοῦν καὶ ῥήγνυνται πολλάκις. οὕτω
11. δὲ κἀν ταῖς ξηροτέραις καταστάσεσι συμβαίνει, συνάγεται
12. γὰρ εἰς ἑαυτὰ καὶ σπᾶται πάντα τὰ νευρώδη σώματα ξηραινόμενα
13. βιαιότερον, ὥσπερ οἱ πρὸς τῷ πυρὶ θερμανθέντες
14. ἄχρι πλείονος ἱμάντες. ὅμοιον δ’ αὐτοῖς πάσχουσι καὶ
15. ὅσους ἥλιος θερμὸς ἐξήρανεν. ὁ μὲν οὖν σπασμὸς ὑπὸ τῶν
16. ἐναντίων εἰκότως γίνεται, λυγμὸς δὲ συγχωρείσθω μὲν ὀνομάζεσθαι
17. στομάχου πάθος, ὅταν ἕτερόν τι προσκείμενον ᾖ
18. κατὰ λόγον. ὅταν δ’ αὐτὸ μόνον τοῦτο ὑπάρχῃ σπούδασμα
1. τὸ γνῶναι τὴν οὐσίαν τοῦ παθήματος, ἄμεινον ἴσως
2. ἐστὶν οὐ σπασμὸν ὀνομάζειν αὐτὸ, ἀλλὰ κίνησίν τινα· ἐν
3. μὲν γὰρ τῷ αὐτῷ γένει τῷ κατὰ τοὺς ἐμέτους, ἐπιτεταμένην
4. δὲ καὶ σφοδροτέραν ἐκείνης. ἀπώσασθαι γάρ τι τῶν
5. καθ’ ἑαυτὸν ὁ στόμαχος ὀρεγόμενος ἐπ’ ἄμφω τὰ συμπτώματα
6. ὁρμᾷ, σφοδρότερον μὲν ἐν τοῖς λυγμοῖς, μετριώτερον
7. δὲ ἐν τοῖς ἐμέτοις, ἐπειδὴ κατὰ μὲν τοὺς ἐμέτους τὸ περιεχόμενον
8. ἐν τῇ τῆς γαστρὸς εὐρυχωρίᾳ μόνον ἐφίεται διώσασθαι.
9. κατὰ δὲ τοὺς λυγμοὺς καὶ τὰ διὰ βάθους ἐν αὐτῷ
10. τῆς γαστρὸς τῷ στόματι περιεχόμενα. στόμαχον δέ μοι
11. νῦν ἄκουε μὴ μόνον αὐτὸν ὃν ὀνομάζουσι κυρίως, ἀλλὰ τὸ
12. τῆς γαστρὸς στόμα. τὰ γὰρ ἐν τούτῳ περιεχόμενα τῆς γαστρὸς
13. ὀρεχθείσης ἐκκρῖναι λύζουσιν. ὅ τι δὲ τῶν δυσεκκρίτων
14. τε καὶ οἷον ἀναποθέντων εἰς τὸ στόμα τῆς γαστρὸς
15. ἢ διὰ τὸν λυγμὸν ἔκκρισις γίνεται μαθεῖν ἔστι κἀκ
16. τῶν ὁσημέραι συμβαινόντων πᾶσι σχεδὸν ἢ μᾶλλον ἢ ἧττον.
17. ἐάν τε γὰρ αὐτὸ μόνον δριμὺ ὂν τὸ πέπερι καταπίωσιν,
18. ἐάν τε καὶ μετὰ μέλιτος ἤ τινος ἄλλου, κἄπειτα ἐπιπίωσιν
1. οἶνον ὕδατι κεράσαντες θερμῷ εὐθέως λύζουσι, τῆς μὲν τοῦ
2. πόματος θερμότητος ποδηγούσης εἰς τὸ βάθος τὸ πέπερι,
3. τῇ δριμύτητι δὲ αὐτοῦ τῆς γαστρὸς ἀνιωμένης, ἐπιχειρούσης
4. δὲ τῇ βίᾳ τῆς κινήσεως ἀποῤῥῖψαι τὸ λυποῦν ἐδείχθη
5. δ’ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις, ὅτι καὶ ἡ βὴξ καὶ ὁ
6. πταρμὸς καὶ τὸ ῥῖγος ἐκ τῶν τοιούτων εἰσὶ κινήσεων.

Cliquer un n° de page pour en afficher l’image