9. Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμονῆς,
10. τουτέοισι πυρετὸς ἐπιγινόμενος λύει τὸν πόνον.
12. Ἕπεται μὲν καὶ ταῖς δήξεσι πόνος, ἀλλ’ εἰθισμένοι
13. τῷ τῆς δήξεως ὀνόματι προσαγορεύειν εἰσὶν, οὐ τῷ τοῦ
14. πόνου τὰ τοιαῦτα συμπτώματα. γίνεται δὲ καὶ διὰ φλεγμονώδη
15. τινὰ διάθεσιν ὁ πόνος. οὕτως δ’ ὠνόμασται, διότι
16. καὶ τοῖς ἐρυσιπέλασιν ἔζευκται ὁ πόνος. ὅταν οὖν μήτε διὰ
1. τοιαύτην τινὰ διάθεσιν ὀδύνη τὶς ᾖ κατὰ τὸ ὑποχόνδριον,
2. ἥ τε τῆς δήξεως αἴσθησις αὐτὴ ἀπῇ, καταλείπεται γίνεσθαι
3. τὸν πόνον ἢ δι’ ἔμφραξιν ἢ διὰ πνεῦμα φυσῶδες, ἤ τινα
4. δυσκρασίαν ἀνώμαλον, ἅπερ ἡ τοῦ πυρετοῦ θερμότης ἰᾶσθαι
5. πέφυκε, τὰ μὲν τέμνουσα καὶ λεπτύνουσα καὶ διαφοροῦσα,
6. τὰς δὲ εἰς ὁμαλότητα κράσεως ἄγουσα.