9. Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ ἀποσημαίνει,
10. τουτέοισι διὰ παχύτητα τοῦ πύου ἢ τοῦ τόπου οὐκ
11. ἀποσημαίνει.
13. Καὶ διττῶς γέγραπται ἡ κατὰ τὸν ἀφορισμὸν
14. ἑρμηνεία καὶ διττῶς αὐτὴν ἐξηγοῦνται καὶ λόγον ἡ ἑκατέρα
15. τῶν τε γραφῶν ἔχει καί τῶν ἐξηγήσεων. καὶ γὰρ καὶ διὰ
16. τὴν τοῦ πύου παχύτητα καὶ διὰ τὴν τοῦ τόπου κατακρύπτεται
17. πολλάκις ἡ διάγνωσις τοῦ περιεχομένου κατά τι χωρίον
18. πύου. δεόντως οὖν τινὲς μὲν ἔγραψαν τούτοισι διὰ
1. παχύτητα τοῦ τόπου οὐκ ἀποσημαίνει, τινὲς δὲ τούτοισι
2. διὰ παχύτητα τοῦ πύου.