5. Ἐν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι πονηρόν.
7. Ἐνδείκνυται γὰρ ἡ σκληρότης τηνικαῦτα φλεγμονὴν ἢ
8. σκίῤῥον εἶναι κατὰ τὸ σπλάγχνον, ὡς ἄνευ γε ταύτης ἐγχωρεῖ
9. μὲν καὶ δι’ ἔμφραξιν αὐτοῦ γεγονέναι τὸν ἴκτερον, ἐγχωρεῖ
10. δὲ καὶ τῆς φύσεως κριτικῶς ἀπωσαμένης εἰς τὸ δέρμα
11. τὸν ἐν ταῖς φλεψὶ πλεονάζοντα χυμόν.