14. Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν
15. ἐπιγιγνομένης μακρῆς δυσεντερίης ἢ ὕδρωψ ἐπιγίνεται ἢ
16. λειεντερίη καὶ ἀπόλλυνται.
1. Ἐχρῆν τούτου προτετάχθαι τὸν ἀφορισμὸν ἐκεῖνον,
2. καθ’ ὅν φησι· τοῖς σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγαθόν.
3. ἀλλ’ οὗτος μὲν ἐν τοῖς ἑξῆς ἐστὶ μετὰ τέσσαρας ἄλλους
4. μέσους, ἡμῖν δ’ ἀναγκαῖον αὐτοῦ ἤδη μνημονεῦσαι.
5. ὅσοι γὰρ σπληνώδεις εἰσὶ, τουτέστι ὅσοι σπλῆνα χρονίως
6. ἐσκληρυσμένον ἔχουσι, τούτοις ἐπιγινομένη δυσεντερία λύει
7. τὴν διάθεσιν. ὅσον γε κατὰ τὸν λόγον τῆς μεταστάσεώς
8. τε καὶ κενώσεως τῶν ἐμπεπλασμένων τῷ σπληνὶ
9. παχέων τε καὶ μελαγχολικῶν χυμῶν ἀποτελεσθῇ. ἀλλ’ ἐπεὶ
10. πολλάκις ὑπὲρ τὸ σύμμετρον αἱ τοιαῦται κενώσεις ἐκτεινόμεναι
11. βλαβεραὶ τοῖς κάμνουσι γίνονται, δεόντως ὁ Ἱπποκράτης
12. ἐδήλωσεν ἐς ὅ τι τελευτᾷν πέφυκεν ἄμετρος δυσεντερία,
13. τοιαύταις ἐπιγινομένη διαθέσεσι· κακωθέντων γάρ
14. τοι τῶν ἐντέρων ὑπὸ τῆς διόδου τῶν μοχθηρῶν χυμῶν,
15. ἥ τε δύναμις αὐτῶν κάμνει καὶ ἡ συμμετρία τῆς ἐμφύτου
16. θερμασίας ἀπόλλυται. διὰ τοῦτο οὖν ἡ λειεντερία καὶ ὁ
17. ὕδερος ἐπιγίνονται. λειεντερία μὲν ἐπὶ τῇ τῶν ἐντέρων
18. κακώσει μόνῃ· ὁ δ’ ὕδερος κατὰ συμπάθειάν τε ἥπατος καὶ
19. σπληνὸς καὶ πάντως τοῦ γένους τῶν φλεβῶν.