Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.44, ed. Kühn, 1827, vol. 18a, p. 68-71. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.44


2. Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεὸς ἐπιγίγνεται, ἐν ἑπτὰ ἡμέρῃσιν
3. ἀπόλλυνται οἱ τοιοῦτοι, ἢν μὴ πυρετοῦ ἐπιγινομένου
4. ἅλις τὸ οὖρον ῥυῇ.

6. Κατὰ τὸν εἰλεὸν οὐδὲν μὲν διεξέρχεται κάτω, οὐδ’
7. ἂν δριμυτέρῳ κλύσματι χρήσηταί τις, ἔμετος δὲ κόπρου ἐπιγίνεται
8. τοῖς ὀλεθρίοις αὐτῶν εἰλεοῖς. ὅτι μὲν οὖν ἀποκεκλεισμένης
9. τῆς κάτω διεξόδου γίνεται τὸ πάθος, ὅτι τε περὶ
10. τὰ λεπτὰ τῶν ἐντέρων, οὐ τὰ παχέα, σχεδὸν ἅπασιν ὡμολόγηται.
11. καὶ μὲν δὴ καὶ ὅτι διὰ φλεγμονὴν ἔμφραξις ἤτοι
12. κόπρου σκληρᾶς ἢ γλίσχρων ὑγρῶν καὶ παχέων γίνεται λέλεκται
13. πολλοῖς. ἐμοὶ δὲ δοκεῖ καὶ φλεγμονὴν ἢ σκίῤῥον ἢ
14. ἀπόστημα δύνασθαι τὴν στενοχωρίαν ἐργάζεσθαι τοιαύτην,
15. ὥστε μηδὲν κάτω διεξέρχεσθαι δύνασθαι. τὸ δ’ ὑφ’ ὑγρῶν
16. παχέων ἢ γλίσχρων οὐ πάνυ τι δοκεῖ πιθανὸν εἶναι. τίθει
17. δ’, εἰ βούλει, καὶ τοῦτο καὶ εἴ τι πρὸς τούτῳ λέγοιεν ἕτερον,
18. ἀλλ’ ἐκεῖνό γε τὸ σχεδὸν ἅπασι δόξαν, ὅσοι τοὺς ἀφορισμοὺς
1. ἐξηγήσαντο, πάνυ μοι δοκεῖ τῶν ἀπιθάνων
2. εἶναι. λέγουσι γὰρ ὅτι τῆς κύστεως φλεγμαινούσης
3. στενοχωρίαν ἔν τισι τῶν ἐντέρων ἐκ τῆς παραθλίψεως γινομένην
4. ἐπιφέρειν τὸ πάθος τὸν εἰλεόν. ἐγὼ δὲ πλείστους
5. μοι δοκῶ καθ’ ὅλον ἐμαυτοῦ τὸν βίον ἑωρακέναι, τοὺς μὲν
6. κινδυνεύσαντας μόνον, οὐκ ὀλίγους δὲ καὶ ἀποθανόντας ἐξ
7. ἐπισχέσεως οὔρων, ἐναργῶς ἅπασι φαινομένης τηνικαῦτα
8. κατὰ περιγραφὴν ἰδίαν μεγίστης τῆς κύστεως, ὡς διατετάσθαι
9. μὲν ἐσχάτως, ὀδυνᾶσθαι δὲ ὡς εἰκὸς ἐπὶ τῇ διατάσει,
10. καὶ τούτων οὐδεὶς εἰλεώδης ἐγένετο. πῶς ἂν οὖν τίς ποτε
11. πεισθῇ διὰ φλεγμονὴν κύστεως ἐντέρου στενοχωρουμένου γίνεσθαί
12. ποτε τὸν εἰλεὸν οὐ μᾶλλον ἢ κατὰ τὸν ὄγκον τῆς
13. μήτρας τὸν ἐν τῇ κυήσει· καίτοι μέχρι τῶν ὑποχονδρίων
14. ὁ κατ’ ἐκείνην ὄγκος ἀνατείνεται καὶ μᾶλλον θλίβειν
15. τε καὶ στενοχωρεῖν δύναται τὰ λεπτὰ τῶν ἐντέρων. ἡ
16. δὲ κύστις εἰς ὄγκον ἀρθεῖσα θλίβειν μόνον οἵα τ’ ἐστὶ τὸ
17. ἀπευθυσμένον. ἀτοπώτερον δ’ ἔνιοι λέγουσι τὸ διὰ τὸν
18. ἐπιγινόμενον πυρετὸν ὠφελεῖσθαι τὸν εἰλεόν. ὁ μὲν γὰρ
1. πυρετὸς ἐπί τινι φλεγμονὴ τῆς κύστεως εἰκότως ἂν γένοιτο
2. καὶ ὅσῳ ἂν μείζων ᾖ καὶ χαλεπώτερον, τοσοῦτον εἰκὸς κἀκεῖ
3. ἂν αὐξάνεσθαι σύμπτωμα ὑπάρχοντα τῆς φλεγμονῆς. ὁ
4. δ’ εἰλεὸς, ὡς αὐτοὶ λέγουσιν, ἐπὶ τῇ φλεγμονῇ συνέστηκε
5. καὶ μόνην ἐλπίδα λύσεως ἔχει τὴν παῦλαν τῆς φλεγμονῆς,
6. ᾗ καὶ τὸν πυρετὸν ἀναγκαῖόν ἐστι συμπραΰνεσθαι. σημεῖον
7. οὖν ἀγαθὸν ἔστω τῆς λύσεως ἐπὶ τῶν κατὰ τὸν εἰλεὸν παθημάτων
8. πραϋνόμενος ὁ πυρετὸς ἢ λυόμενος, οὔτε δὲ ἐστι
9. σημεῖον ἢ αἴτιον ἀγαθὸν ἐπιγιγνόμενος ἢ αὐξανόμενος. ἴσμεν
10. γὰρ ἐκεῖνα μόνα τῶν νοσημάτων ὀνινάμενα πρὸς τῶν πυρετῶν,
11. ὅσα κατὰ ψύξιν σύνεστι ποτὲ μὲν αὐτὴν μόνην, ἐνίοτε
12. δὲ ἅμα χυμοῖς ὠμοῖς καὶ φλεγματώδεσιν ἢ φυσώδει πνεύματι
13. βέλτιον οὖν ἀγνοεῖν ὁμολογεῖν, ὅπως εἴρηται τὰ κατὰ
14. τὸν ἀφορισμὸν τοῦτον ὑφ’ Ἱπποκράτους. οὔτε γὰρ ὁ λόγος
15. ἐνδείκνυται τὴν ἀλήθειαν αὐτῶν οὔθ’ ἡ πεῖρα διδάσκει,
16. τρίτον δ’ οὐδὲν ἔχομεν ἄλλο πρὸς πίστιν, εἴ γε μὴ ὦπταί
17. ποτε τοιοῦτος ἄῤῥωστος οὔθ’ ὑφ’ Ἱπποκράτους οὔθ’ ὑφ’
1. ἄλλου τινός· οὔτε γὰρ εἰ γνήσιός ἐστιν ὁ ἀφορισμὸς εἰπεῖν
2. ἔχω. πλῆθος οὖν ὠμῶν καὶ παχέων χυμῶν ἅμα ψύξει σφοδρᾷ
3. βέλτιόν ἐστιν ὑποτίθεσθαι τῶν εἰρημένων συμπτωμάτων
4. αἴτιον· οὕτως γὰρ ἂν μόνος ὅ τε πυρετὸς ἴαμα γένοιτο τῆς
5. διαθέσεως ἥ τε τῶν εἰργομένων οὔρων κένωσις. οὕτως
6. γὰρ εἴωθε παχέα καὶ πολλὰ καὶ ἀθρόα κενοῦσθαι πεττομένων
7. αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image