Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.45, ed. Kühn, 1827, vol. 18a, p. 71-74. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.45


10. Ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται ἢ μακρότερον χρόνον ἴσχουσιν
11. ἀνάγκη ὀστέον ἀφίστασθαι καὶ τὰς οὐλὰς κοίλας
12. γίγνεσθαι.

14. Ὁκόσα χρονίζει τῶν ἑλκῶν, ἤτοι μηδ’ ὅλως οὐλῆς αὐτοῖς
15. ἐπιγιγνομένης ἢ κἂν ἐπιγένηται, πάλιν ἀναλυομένης,
16. οὐδὲν ἁμαρτανόντων δηλονότι κατὰ τὴν θεραπείαν τῶν ἰατρῶν,
17. ἀναγκαῖόν ἐστιν ἤτοι δι’ ἐπιῤῥοήν τινα μοχθηρῶν
18. ὑγρῶν ἢ τὴν ἐν αὐτῷ τῷ μορίῳ διάθεσιν ἐν χρόνῳ κατασκευασθεῖσαν
1. ἐκ τῶν ἐπιῤῥεόντων ὑγρῶν ἢ διά τι
2. πάθος ὀστοῦ φθειρομένου κατὰ τὸ χωρίον ἐκεῖνο γίνεσθαι
3. δυσίατα. τὰ μὲν ἄλλα τῶν ἑλκῶν ἀεὶ μείζω καὶ χείρω γίνεται,
4. καὶ σύμπαντα ταῦτα φαγεδαίνας ἐκάλουν οἱ παλαιοί.
5. διορίζεσθαι δ’ ὕστερον ἐπεχείρησαν ἔνιοι προσηγορίαις
6. ἕκαστον ἰδίαις, ἔνια μὲν αὐτῶν χειρώνεια καλοῦντες, ἔνια
7. δὲ τηλέφεια, φαγεδαίνας δ’ ἄλλα, καί τινες ἔτι ἄλλας περιεργοτέρας
8. ἐπιφέροντες προσηγορίας. ἀλλ’ ἡμῖν ἀρκέσει
9. τῶν μὲν ἐπιλαμβανομένων τι τοῦ πέριξ χωρίου τὰ μὲν ἕρπητας
10. ὀνομάζειν, ὅταν ἐπιπολῆς ᾖ καὶ κατ’ αὐτὸ τὸ δέρμα,
11. τὰ δὲ φαγεδαίνας, ὅσα καὶ τὴν ὑποκειμένην διαφθείρει
12. σάρκα. τὸ γὰρ σηπεδονῶδες ὑπό τινων ὀνομαζόμενον ἕλκος
13. οὐχ ἕλκους ἐστὶ διαφορά τις ἴδιος, ἀλλ’ ἐπιπλεγμένον πάθος
14. ἐξ ἕλκους τε καὶ σηπεδόνος. ἴσμεν δ’ ὅτι καὶ χωρὶς
15. ἕλκους αὐτὴ καθ’ ἑαυτὴν ἡ σηπεδὼν ἐν πολλοῖς τῶν μορίων
16. συνίσταται. καλεῖται δέ τι καὶ ἄνθραξ ἕλκος ἐσχαρῶδες,
17. ἅμα πολλῇ τῇ τῶν πέριξ σωμάτων φλογώσει. ταυτὶ
18. μὲν οὖν ἰδίαν ἔσχηκε προσηγορίαν, ὅ τε ἄνθραξ καὶ ἡ φαγέδαινα
1. καὶ ὁ ἕρπης. ὅσα δ’ ἕλκη γίνεται χωρὶς τῶν εἰρημένων
2. συμπτωμάτων, αὐτὰ καθ’ ἑαυτὰ προσαγορεύειν
3. ἔθος ἐστὶ τοῖς παλαιοῖς, αὐτὸ τοῦτο μόνον ἕλκη περὶ ὧν
4. καὶ νῦν ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει διδάσκοντι ὡς ὅσα
5. τοιαῦτα τῶν ἑλκῶν ἐστὶν, εἰς χρόνον ἐκπίπτει πλείονα. φαίνεται
6. δὲ καὶ ἡ πεῖρα τῷ λόγῳ μαρτυροῦσα καὶ πολλάκις
7. γε πολλὰ τῶν τοιούτων ἑλκῶν συνουλωθέντα. μετὰ χρόνον
8. οὐ πολὺν ἀναφλεγμαίνειν τε καὶ αὖθις ἀναῤῥήγνυσθαι λυομένης
9. αὐτῶν τῆς οὐλῆς. γίνεται δὲ τοῦτο διὰ τοιάνδε
10. τινὰ αἰτίαν, ὅταν ἐκ τῶν προσφερομένων φαρμάκων ἡ κατὰ
11. τοῦ πεπονθότος ὀστοῦ σὰρξ ἐπικειμένη ξηρανθεῖσα συνουλωθῇ,
12. παραχρῆμα μὲν ταχέως ὑγιάζεσθαι δοκεῖ, κατὰ βραχὺ
13. δὲ πάλιν, ἰχῶρός τινος ἐπιῤῥέοντος ἐκ τοῦ φθειρομένου κατὰ
14. τὸ βάθος ὀστοῦ, φλεγμονή τέ τις αὖθις ἐπιγίνεται καὶ πύου
15. γένεσις ἕπεται, διαβιβρώσκοντος μὲν τὴν ὅλην ἐπιφάνειαν,
16. δάκνοντος δὲ τὴν σάρκα. τίς οὖν ἡ τῶν τοιούτων ἑλκῶν
17. ἴασίς ἐστιν; οὐκ ἄλλη τις, ἀλλ’ ἣν αὐτὸς μὲν εἶπεν ἐν τῷ
1. περὶ ἑλκῶν βιβλίῳ, ἡμεῖς δ’ ἀπεδείξαμεν ἐν τῷ τρίτῳ τῆς
2. θεραπευτικῆς μεθόδου. ξηραίνεσθαι μὲν γὰρ ἕλκη πάντα
3. δεῖται, μάλιστα δ’ ἐφ’ ὧν ὀστοῦν πέπονθεν. ὅρος δέ ἐστι
4. τῆς ξηρότητος ἀποστῆναι τὸ πεπονθὸς αὐτοῦ μέρος. εἰκότως
5. δὲ καὶ τὰς οὐλὰς εἰς τοσοῦτον συμβαίνει γίνεσθαι
6. κοίλας, εἰς ὅσον ἂν ἥκῃ πάχους τὸ ἀποστάν.

Cliquer un n° de page pour en afficher l’image