Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.46, ed. Kühn, 1827, vol. 18a, p. 74-78. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.46


9. Ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης
10. ἀπόλλυνται.

12. Ὑβοὺς καὶ κυφοὺς εἴωθεν ὀνομάζειν Ἱπποκράτης
13. οὓς ἅπαντες οἱ νῦν ἄνθρωποι προσαγορεύουσι κυρτούς.
14. καὶ γὰρ καὶ ὄντως ἡ ῥάχις αὐτοῖς εἰς τοὐπίσω γίνεται
15. κυρτή τῷ μὲν οὖν κυρτῷ τὸ κοῖλον ἀντικειμένως λέγεται,
16. τῷ ὑβῷ τε καὶ κυφῷ τὸ λορδόν. ἀλλὰ ταῦτα μὲν
17. ἐπὶ μόνης τῆς ῥάχεως, ἐκεῖνα δ’ ἐπὶ πάντων λέγουσιν οἱ
18. Ἕλληνες. ὅπως δ’ ἡ κύφωσις γίνεται διῆλθεν αὐτὸς ἐν τῷ
1. περὶ ἄρθρων βιβλίῳ, καθάπερ καὶ περὶ λορδώσεώς τε καὶ
2. σκολιώσεως καὶ σείσεως. ἴδια γὰρ ἐξαίρετα ῥάχεως πάθη
3. ταῦτα καὶ χρὴ τὸν βουλόμενον ἐπιστήμονα γενέσθαι τῶν
4. παθῶν τῶνδε τοῖς ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένοις ἐπὶ
5. πλέον ὁμιλῆσαι. νῦν δ’ ἡμεῖς ἐροῦμεν ὅσα χρήσιμά εἰσιν
6. εἰς τὸν προκείμενον ἀφορισμόν. ὑβοῦται ῥάχις ἔστιν ὅτε
7. μὲν καὶ διά τινα πληγὴν ἢ κατάπτωσιν, ὑβοῦται δὲ καὶ
8. διά τινα φύματα σκληρὰ συστάντα κατὰ τὴν πρόσω χώραν,
9. ὑφ’ ὧν φυμάτων, ὅταν μὲν εἷς σπόνδυλος ἐλχθῇ πρόσω,
10. λορδοῦται κατ’ αὐτὸν ἡ ῥάχις, οὕτω δὲ κᾀν πλείους ὦσιν
11. ἐφεξῆς ἀλλήλων. ὅταν δὲ μὴ συνεχεῖς ὦσιν ἀλλήλων οἱ τεινόμενοι
12. σπόνδυλοι, κύφωσις γίνεται τοσοῦτον χωρούντων
13. ὀπίσω τῶν μελῶν, ὅσον εἴσω κατεκάμφθησαν οἱ ταθέντες.
14. ὁρᾶται γοῦν ἐπὶ πάντων τοῦτο τῶν σκληρῶν μετρίως
15. γινόμενον, οἷον καλάμων καὶ λύγων καὶ ῥάβδων, ὅσα
16. τ’ ἄλλα τοιαῦτα. καὶ λέγεται περὶ αὐτῶν ἐπὶ πλέον ἐν
17. ταῖς ἐξηγήσεσι ταῖς εἰς τὸ περὶ τῶν ἄρθρων βιβλίον. ἀλλὰ
1. νῦν γε τοὺς πρὸ τῆς ἥβης ὑβωθέντας ἐπ’ ἄσθματι καὶ βηχὶ
2. διαφθείρεσθαί φησι ταχέως. οὐ γὰρ ἐθέλει τούτοις ὁ θώραξ,
3. ὡς αὐτὸς ἔφη, ἐφεξῆς συναύξεσθαι καὶ διὰ τοῦτο στενοχωρία
4. πολλὴ γίνεται τοῖς ἀναπνευστικοῖς ὀργάνοις. ἅπασι
5. μὲν κοινὸν τοῖς αὐτομάτως ὑβωθεῖσι, τουτέστιν οἷς ἄνευ
6. πληγῆς ἢ καταπτώσεως ἔπαθεν ἡ ῥάχις, ἐπὶ φύμασι σκληροῖς
7. ἢ δυσσέπτοις γίνεσθαι τοιούτοις. διαφορᾶς δ’ οὔσης
8. πολλῆς ἐν τοῖς φύμασι κατά τε τὸν ὄγκον καὶ τὴν σκληρότητα
9. καὶ τὸ χωρίον ἐν ᾧ συνέστη, τὰ μὲν ἐπὶ σκληροῖς τε
10. ἅμα καὶ μεγάλοις συστάντα δυσπνουστέρους αὐτίκα τοὺς
11. ἀνθρώπους ἐργάζεται, τὰ δὲ μεθιέντα τι τῆς ἐν αὐτοῖς
12. ὑγρότητος εἰς τὰς τραχείας ἀρτηρίας βηχώδεις ἀποτελοῦσι
13. τοὺς ἀνθρώπους. ἀλλὰ ταῦτα μὲν ὅσα μεθίησιν ὑγρότητος
14. ἀκριβῶς ἐστὶ σκληρὰ καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστιν ἐκπυῆσαί
15. ποτε καὶ διαφθεῖραι τὸν ἄνθρωπον· ὅσα δ’ οὐ μεθίησιν,
16. ὑπὸ παχέων γίνεται χυμῶν καὶ διὰ τοῦτό ἐστιν ἄπεπτά
17. τε καὶ σκληρὰ καὶ πολλῷ χρόνῳ μένοντα χωρὶς τοῦ
18. διαπυΐσκειν ἐπιτρέπει ζῆς τὸν ἄνθρωπον. ὅσα δ’, ὡς ἔφην
1. ἅμα βηχὶ τὴν γένεσιν ἔσχεν, ἐπείγεται πρὸς τὴν διαπύησιν
2. καὶ διὰ τοῦτό ἐστιν ὀλέθρια. οὕτω δὲ καὶ ὅσα μετὰ δυσπνοίας
3. ἐγένετο θανατώδη τοῖς ἔτ’ αὐξανομένοις· ἤτοι γὰρ
4. μεγάλα ταῦτ’ ἔστιν ἢ ἐν ἐπικαίρῳ χωρίῳ τοῦ θώρακος.
5. ὅταν οὖν ὁ μὲν πνεύμων ἅμα τῇ καρδίᾳ τοῖς τοιούτοις αὐξάνηται,
6. σμικρύνηται δ’ ἡ περιέχουσα χώρα, μήτ’ αὐξανομένων
7. τῶν πλευρῶν, ἔν τε τῷ κάμπτεσθαι διὰ τὴν ὕβωσιν
8. ὅλον τὸν θώρακα στενότερον ἐργαζομένων, ἀναγκαῖόν
9. ἐστιν ἐν τάχει τοιαύτην αὐτοῖς γίνεσθαι τὴν δυσπνοίαν ὡς
10. διαφθεῖραι τὸν ἄνθρωπον. ὅπου γὰρ οὐδέπω τῆς κυφώσεως
11. ἐπιγιγνομένης ἐπὶ μόνοις τοῖς παρὰ φύσιν ὄγκοις
12. ἐδύσπνουν, τί χρὴ προσδοκῆσαι τῶν μὲν φυμάτων αὐξηθέντων
13. τῷ χρόνῳ, στενωθέντος δὲ τοῦ θώρακος; ὅτι μέντοι
14. πολλῶν οὐσῶν δυσπνοιῶν ἆσθμα προσαγορεύειν Ἱπποκράτης
15. εἴωθεν ἐκείνην μόνην ἐν ᾗ συμβαίνει πυκνοῦσθαι τὴν
16. ἀναπνοὴν ἱκανῶς εὔδηλον παντί. καλοῦσι γοῦν οὕτω καὶ
17. νῦν οἱ ἄνθρωποι τὸ ἄσθμαίνειν ἐν δρόμοις τε καὶ γυμνασίοις
1. συντόνοις γιγνόμενον. οἱ δὲ μεθ’ Ἱπποκράτους καὶ
2. πάθος τι χρόνιον ἔνιοι μὲν ἁπλῶς ἆσθμα προσαγορεύουσιν,
3. ἔνιοι δὲ καὶ ὀρθόπνοιαν, ὅταν ἄνευ πυρετοῦ διὰ παντὸς
4. οὕτω δυσπνέωσιν οἱ κάμνοντες.

Cliquer un n° de page pour en afficher l’image