Galenus. In Hippocratis Aphorismos commentaria (In Hipp. Aphor. comm.) [n° 101 Fichtner] [GalLat]

Εἰς τοὺς ἀφορισμοὺς Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Aphorismes d’Hippocrate
Commentary on Hippocrates’ ‘Aphorisms’ (Hipp. Aph. comm.)
Savino, 2020.
Hippocratis Aphorismi et Galeni in eos commentarii, 1827, vol. 17b-18a, p. 345-887 1-195. urn:cts:greekLit:tlg0057.tlg092.verbatim-lat1
Savino, 2020 (ita).

Hippocratis Aphorismi et Galeni in eos commentarii, 6.47, ed. Kühn, 1827, vol. 18a, p. 78-81. urn:cts:greekLit:tlg0057.tlg092.1st1K-grc1:6.47


7. Ὁκόσοισι φλεβοτομίη ἢ φαρμακείη συμφέρει τουτέους τοῦ
8. ἦρος φλεβοτομεῖν ἢ φαρμακεύειν χρή.

10. Πρόδηλον ὅτι περὶ τῶν ὑγιαινόντων μὲν ἔτι, νοσησόντων
11. δὲ εἰ μὴ κενωθεῖεν, ὁ λόγος αὐτῷ νῦν ἔστι. τούτους
12. γὰρ φθάνειν χρὴ κενοῦν ἦρος εἰσβάλλοντος ἤτοι διὰ φλεβοτομίας,
13. εἰ πληθωρικοῖς ἁλίσκονται νοσήμασιν, ἢ διὰ καθάρσεως,
14. εἰ τοῖς κατὰ διαφθοράν. ἡμεῖς γοῦν οὕτως ἀνόσους
15. πολλοὺς φυλάττομεν ἐτῶν ἤδη πολλῶν ἔμπροσθεν
16. καθ’ ἕκαστον ἐνιαυτὸν ἀεὶ νοσοῦντας, ἀλλὰ καὶ ποδάγραν
17. καὶ ἀρθρῖτιν ἀρχομένην ἔτι καὶ μήπω περὶ τοῖς ἀρθροῖς
18. εἰργασμένην πώρους ἐκ τῆς τοιαύτης κενώσεως ἐτῶν ἤδη
1. πολλῶν ἐκωλύσαμεν γενέσθαι. κατά τε τὸν αὐτὸν τρόπον
2. αἵματος πτύσιν ἐπιληψίαν, μελαγχολίαν, ἀποπληξίαν καὶ
3. ἄλλα τὰ τοιαῦτα χρόνια πάθη διὰ τῆς εἰρημένης κενώσεως
4. ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύσαμεν. ἡ μὲν οὖν φλεβοτομία
5. κοινὸν βοήθημά ἐστι τῶν πληθωρικῶν νοσημάτων,
6. ἡ κάθαρσις δὲ, οὑτωσὶ μὲν ἀκοῦσαι, κατὰ γένος ἕν τι
7. βοήθημά ἐστιν, οὐ μὴν κατ’ εἶδός γε ἀκοῦσαι. ἐνίοις μὲν
8. γὰρ συμφέρει τοὺς φλεγματώδεις κενοῦσθαι χυμοὺς, ἐνίοις
9. δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικοὺς, ἐνίοις δὲ
10. ὀῤῥῶδες περίττωμα κατά γε τὴν τῶν εἰθισμένων αὐτοῖς γίνεται
11. παθῶν οὐσίαν. οἷον αὐτίκα τις μελαγχολίᾳ ἁλίσκεται
12. καθ’ ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ θαῦμά ἐστιν ἰδεῖν
13. ὅπως ἤδη καὶ αὐτὸς ἀρχομένου τοῦ πάθους διαγινώσκει
14. τε τὴν πρώτην γένεσιν εὐθὺς καὶ καλέσας με
15. κενοῦταί τε τὰ μέλαινα καὶ παραχρῆμα παύεται τῆς μελαγχολίας.
16. καὶ συμβαίνει γε τούτῳ διὰ τῆς καθάρσεως ἄμφω
17. ταῦτα χρηστὰ, τό τε καθαίρεσθαι τὰ περιττὰ καὶ τὸ τῇ
18. δριμύτητι τῶν ἐκκρινομένων ἀναστομωθεῖσαν ἐπὶ βραχὺ
1. τὴν αἱμοῤῥοΐδα συνεκκρίνειν τε καὶ αὐτὴν αἵματος μοχθηροῦ.
2. συνήθους γὰρ οὔσης αὐτῷ τῆς τοιαύτης ἐκκρίσεως,
3. εἶτ’ ἐπισχεθείσης ἡ μελαγχολία συνέστηκε. καθαίρω τοιγαροῦν
4. αὐτὸν, οὐκ ἦρος μόνον, ἀλλὰ φθινοπώρου καὶ, ὡς εἰ
5. καταφρονήσας ἐνίοτε ἐνταῦθα μὴ φθάσειε καθαρθῆναι,
6. τῶν τοῦ πάθους αἰσθάνεται συμπτωμάτων. οὕτω δὲ καὶ
7. γυναῖκά τινα καθ’ ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως
8. κενῶν, καρκινώδη ποτὲ ὄγκον ἐν μαστῷ ἔχουσαν ἰασάμην,
9. ἰσχυρῶς κενώσας, πολλάκις διὰ φαρμάκου καθαίροντος μέλανα
10. καὶ εἰ παραλειφθείῃ ποτὲ ἡ κάθαρσις, ὀδύνη διὰ
11. βάθους αὐτῇ γίνεται καὶ οὕτως αὕτη μετακαλουμένη με παραχρῆμα
12. κελεύει καθαίρειν. ἐλέφαντα δὲ ἀρχόμενον ἑτέρῳ
13. τὰ μὲν πρῶτα διὰ φλεβοτομίας καὶ καθάρσεως ἰασάμην.
14. ἑκάστου δὲ ἔτους ἀρκεῖ καὶ τούτῳ μία κάθαρσις, ἐλλειφθείσης
15. δ’ αὐτῆς αὐτίκα τὸ πάθος ἐπισημαίνει. τὰ μὲν
16. οὖν τοιαῦτα νοσήματα καθάρσεως χρῄζει μελαγχολικῶν χυμῶν,
17. ἐπιληπτικὰ δὲ καὶ ἀσθματικὰ καὶ ἀποπληκτικὰ τῶν
1. φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ
2. τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματικῶν.
3. ἄλλος δέ τις ὥρᾳ θέρους ἀεὶ τριταίοις ἁλισκόμενος
4. πυρετοῖς ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξεν, ὠχρὰν χολὴν ὑφ’
5. ἡμῶν φθάνων καθαίρεσθαι κατὰ τὴν τοῦ ἦρος τελευτήν.
6. οὕτω γὰρ καὶ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦσθαι, ὡς
7. τοὺς ἐπιληπτικούς τε καὶ ἀποπληκτικοὺς καὶ ἀρθριτικούς τε
8. καὶ μελαγχολικοὺς, ὅσοι τε ἄλλοι διὰ πάχος χυμῶν νοσοῦσιν,
9. εἰσβάλλοντος ἦρος ἄμεινον κενοῦσθαι, περὶ ὧν ἁπάντων
10. ἰδίᾳ μοι γέγραπται κατὰ τὴν πραγματείαν ἐκείνην, ἐν
11. ᾗ γέγραπται περὶ τῶν δεομένων ἦρος ὥρᾳ κενοῦσθαι. μόριον
12. δέ ἐστιν αὕτη τῆς ὅλης ὑγιεινῆς πραγματείας.

Cliquer un n° de page pour en afficher l’image