15. Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγαθόν.
17. Ὀλίγον ἔμπροσθεν ἐξηγησάμην τὸν ἀφορισμὸν τοῦτον, ἡνίκα
18. τὸν λόγον ἐποιούμην ὑπὲρ τοῦ γεγραμμένου τόνδε τὸν τρόπον·
1. ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν
2. ἐπιγιγνομένης μακρῆς τῆς δυσεντερίης ὕδροψ ἐπιγίνεται
3. ἢ λειεντερίη καὶ ἀπόλλυνται. οὔκουν ἔτι δεήσει τῷδε
4. τῷ νῦν προχειρισθέντι νεωτέρας ἐξηγήσεως.