7. Ὁκόσα ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα
8. ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίστανται.
10. Αἱ κατὰ τοὺς ποδαγρικοὺς φλεγμοναὶ ῥεύματος εἰς τὰ
11. τῶν ποδῶν ἄρθρα κατασκήπτοντος γίνονται. δέχονται
12. δὲ τὸ ῥεῦμα τοῦτο πρῶτον μὲν αἱ χῶραι τῶν διατρώσεων,
13. ἔπειτα δὲ τὰ πέριξ πάντα μέχρι καὶ τοῦ δέρματος. οὕτω
14. δὲ πληροῦσθαί φαμεν τὰς διαρθρώσεις, εὔδηλον ὅτι τοὺς
15. περικειμένους αὐταῖς ἔξωθεν κύκλῳ συνδέσμους ἀναγκαῖόν
16. ἐστι τείνεσθαι. τὰ μέντοι νεῦρα καὶ τοὺς τένοντας οὐκ
17. εἰκὸς φλεγμαίνειν αὐτοῖς, ἀλλὰ μόνον τῷ συνεκτείνεσθαι
18. ταῖς συναρθρώσεσιν ὀδυνᾶσθαι. δῆλον δὲ ἐκ τοῦ μηδέποτε
1. ὁρᾶσθαι σπασθέντα ποδαγρὸν, ὅπερ εἴωθεν ἕπεσθαι συνεχέστατα
2. νεύρων τε καὶ τενόντων φλεγμοναῖς. ἄλλως τε
3. τῆς ἰάσεως αὐτοῖς σκοπὸς κοινός ἐστι πρὸς τὰ φλεγμήναντα
4. πάντα. διαφορηθῆναι γὰρ χρὴ τὸ ῥυὲν εἰς τοὺς πόδας, εἰ
5. μὲν λεπτὸν εἴη κατὰ τὴν σύστασιν ἐλάττονι χρόνῳ, παχὺ
6. δ’ ὑπάρχον ἢ γλίσχρον πλείονι, καὶ πολὺ ἔτι μᾶλλον, εἰ γλίσχρον
7. ἅμα τε εἴη καὶ παχὺ, δεήσεται χρόνου μακροτέρου.
8. ποῤῥωτέρω μέντοι τῶν μ΄ ἡμερῶν οὐκ ἂν ἐκταθείη τῆς
9. φλεγμονῆς ἡ θεραπεία, τοῦ τ’ ἰατροῦ δηλονότι πράττοντος
10. ὀρθῶς ἅπαντα καὶ κάμνοντος εὐπαθοῦς ὑπάρχοντος. ἡ δ’
11. ἐν τοῖς σαρκώδεσι μορίοις φλεγμονὴ τῷ τῶν ὀξέων ὑποπέπτωκεν
12. ὅρῳ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, ἐπειδὴ μανωτέρα
13. τέ ἐστι καὶ μαλακωτέρα τῆς τῶν συνδεσμῶν καὶ νεύρων
14. φύσεως ἡ τῆς σαρκὸς οὐσία. διὰ τοῦτο δὲ καὶ φλεγμαίνειν
15. ἄρχεται βραδύτερον ἥ τε τῶν τενόντων καὶ συνδέσμων
16. καὶ νεύρων φύσις, ὅταν τρωθῇ, καὶ πρὸς τὴν ἀκμὴν
17. τῆς φλεγμονῆς ἀφικνεῖται χρόνῳ πλείονι καὶ θεραπεύεται
18. βραδύτερον. ᾧ γὰρ λόγῳ μόγις εἰς ἑαυτὰ παραδέχεταί τι
1. τῆς ἔξωθεν ὑγρότητος, ὄντα πυκνὰ καὶ σκληρὰ τὰ τοιαῦτα
2. μόρια, τῷ τοιούτῳ λόγῳ καὶ μεθίησι μόγις. διὰ τοῦτο
3. οὖν καὶ ταῖς ποδαγρικαῖς φλεγμοναῖς ὁ Ἱπποκράτης ὅρον
4. ἔθετο λύσεως παντελοῦς οὐ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν,
5. ἀλλὰ τὴν τεσσαρακοστήν. ἐπειδὴ τά τε ἐν ταῖς διαρθρώσεσιν
6. ὑγρὰ διὰ τῶν περιεχόντων αὐτὰ συνδέσμων ἀτμοειδῶς
7. ἐκκενωθῆναι χρὴ καὶ τοὺς συνδέσμους κατὰ τὰ ἐμπεσόντα
8. αὐτοῖς. μέμνηται δὲ κἀν τῷ προγνωστικῷ τῆς τεσσαρακοστῆς
9. ἡμέρας, ὡς ἂν αὐτῇ κρινομένων ὅσα μήτ’ ἀκριβῶς
10. ἐστιν ἤδη χρόνια καὶ τὸν τῶν ὀξέων ὑπερεκπέπτωκεν ὅρον.
11. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τῇ
12. περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ.