5. Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι καὶ ἐν στήθεσι καὶ ἐν τοῖσιν
6. ἄλλοισιν, εἰ μέγα διαφέρουσι καταμαθητέον.
8. Καταμανθάνειν οὐ μόνον χρὴ τὸν ὀδυνώμενον τόπον
9. ὁποῖός ἐστιν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς κατ’ αὐτὸν ὀδύνης
10. τηλίκον ἐστί. χρήσιμον οὖν τοῦτο πρός τε διάγνωσιν τοῦ
11. πεπονθότος τόπου καὶ πρόγνωσιν τῶν γενησομένων περὶ τὸν
12. κάμνοντα καὶ προσέτι τὴν τῆς θεραπείας εὕρεσιν ἐν τῇ
13. γοῦν πλευρᾷ ὅταν ἄλγημα ᾖ μέγα, πρῶτον μὲν οὐκ ἀκίνδυνον,
14. εἶτα καὶ θεραπείας δεήσεται πλείονος. εἰ μὲν εἰς
15. κλεῖν ἡ ὀδύνη διατείνοι, φλεβοτομίας, εἰ δ’ εἰς ὑποχόνδριον,
16. καθάρσεως, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδίδαξεν.
1. εἰ μέντοι μέτριον εἴη τὸ ἄλγημα καὶ προσέτι μηδέ νυγματῶδες,
2. οἷόν περ ἦν κατὰ τὸν ὑπεζωκότα, μήτε διατεῖνον πρὸς
3. ὑποχόνδριον ἢ κλεῖν, ἐγχωρεῖ καὶ τῶν σαρκωδῶν μορίων
4. ἐπὶ ταῖς πλευραῖς πεπονθότων αὐτὸ γίνεσθαι καὶ διὰ τοῦτο
5. μήτε κινδυνῶδες εἶναι μήτε μεγάλου δεῖσθαι βοηθήματος.
6. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων μορίων ἐπισκεπτέον
7. ἐστὶ τὸ μέγεθος τῆς ὀδύνης, οἷον ἐπὶ νεφρῶν, εἰ τύχοι. τοῦ
8. σαρκώδους μὲν αὐτὸν φλεγμαίνοντος, ἔσται βαρεῖα ἡ ὀδύνη,
9. καθάπερ αὐτὸς ἐν ἐπιδημίαις εἶπε, τὴν οἷον βάρους τινὸς
10. ἐγκειμένου κατὰ τὸ χωρίον αἴσθησιν ἐπάγουσαν οὕτως ὀνομάσας.
11. τῶν δ’ ἄλλων μερῶν τῶν κατὰ τοὺς νεφροὺς πασχόντων
12. ὀξεῖα ἡ ὀδύνη. λέγω δ’ ἄλλα μέρη τὸν τε περιέχοντα
13. χιτῶνα τούτων καὶ τὴν ἔνδον κοιλίαν καὶ τὰς εἰς
14. αὐτὴν περαινούσης ἀρτηρίας τε καὶ φλέβας καὶ
15. προσέτι τὰς ἐκφύσεις τῶν οὐρητήρων. οὕτως δ’ ἔχει κἀπὶ
16. τοῦ ἥπατος, αὐτοῦ μὲν τοῦ σαρκώδους φλεγμαίνοντος ὀδύνη
17. γίνεται βαρεῖα, τοῦ δὲ περικειμένου χιτῶνος ἢ τῶν
18. ἀγγείων ὀξεῖα, καὶ αὐτῆς δὲ τῆς ὀξείας ἔνδειξιν φέρει τὸ μᾶλλον
1. καὶ ἧττον τοῦ ποιοῦντος αἰτίου. χολώδης μὲν γὰρ καὶ
2. δριμὺς χυμὸς ἐπιτείνει τὴν ὀδύνην, οὕτω δὲ καὶ φυσῶδες
3. πνεῦμα διέξοδον οὐκ ἔχον, ἐκλύει δὲ ὁ φλεγματώδης· οὐ
4. μόνον δὲ ποιότητός τινος μέγεθος ὀδύνης ἔνδειξίν τινα ἡμῖν
5. δίδωσιν, ἀλλὰ καὶ ποσότητος. ἐπιτείνεται γὰρ ἑκάστου τῶν
6. ὁτιοῦν ἐργαζομένων αἰτίων ἡ ἐνέργεια τῆς οὐσίας αὐξανομένης.
7. εἰ μὲν οὖν τὸ μέγεθος ἑκάστης ὀδύνης ἀξιῶν ἐπισκέψασθαι
8. τοῦτον ἔγραψε τὸν ἀφορισμὸν Ἱπποκράτης, αὐτάρκως
9. ἐξήγημαι τὴν χρείαν αὐτοῦ· εἰ δ’ οὐ μόνον τὴν κατὰ
10. μέγεθος διὰ τῶν ὀδυνῶν ἐπισκέπτεσθαί φησι δεῖν, ἀλλ’ ἔτι
11. γενικώτερον καὶ οἷον καθολικώτερον ἐνδείκνυται, συμβουλεύων
12. ἁπάσας τὰς ἀξιολόγους ἐν ταῖς ὀδύναις ἐπισκέπτεσθαι
13. διαφορὰς, ἔτι μείζονα χρείαν ἐξ αὐτοῦ καρπωσόμεθα. γενήσεται
14. γὰρ ὁ λόγος τοιοῦτος, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι
15. τὴν ὀδύνην τῶν μορίων, οὐδ’ ἡγεῖσθαι τὴν αὐτὴν ἐπὶ παντὸς
16. εἶναι διάθεσιν· οἷον εἰ ἔμπροσθεν μὲν Δίων, νυνὶ δὲ
17. Θέων ἀλγεῖ πλευρὰν, ὑπολαμβάνειν ὡσαύτως ἔχειν αὐτοὺς,
1. ἀλλὰ καταμαθητέον εἴτε μεγάλα διαφέρουσιν ἀλλήλων εἴτε
2. παραπλήσιοί πώς εἰσι. γίνεται δὲ τοῦτο ἐκ δυοῖν καταφανὲς,
3. ἰδέας τε τῆς ὀδύνης καὶ σφοδρότητος· ἰδέας μὲν εἰ
4. νυγματώδης ἢ τονώδης ἢ ναρκώδης ἢ μετὰ βάρους ἐμφάσεως
5. ἢ οἱονεὶ κεντοῦντός τινος ἢ διαβιβρώσκοντος ἢ διηνεκοῦς
6. ἢ διάλειμμα ἔχοντος ἢ ὁμαλοῦ ἢ ἀνωμάλου τινός. κατὰ
7. δὲ τὰς σφοδρότητας τοὺς μᾶλλόν τε καὶ ἧττον σκοπεῖν, ὅπερ
8. ὀλίγον ἔμπροσθεν ἡ κατὰ μέγεθος ἐν ταῖς ὀδύναις ὠνομάζετο
9. διαφορά. σύνηθες γάρ ἐστι τοῖς ἰατροῖς καταχρωμένοις
10. τὸ σφοδρότερον ἅπαν ὀνομάζειν μεῖζον, εἰ καὶ μὴ ποσὸν,
11. ἀλλὰ καὶ ποιὸν ὑπάρχει. τὸν μὲν γὰρ πυρετὸν οὐδὲ
12. παύονται μέγαν ἢ μικρὸν ἢ μέτριον ἅπαντες ὀνομάζοντες,
13. ἐν θερμασίᾳ τὴν ὕπαρξιν ἔχοντα. θαυμαστὸν οὖν οὐδὲν,
14. εἰ καὶ τὸν σφοδρότερον πόνον μείζονα προσαγορεύουσιν.
15. ἔτι δὲ μᾶλλον οὐδὲν θαυμαστόν ἐστιν ὅσα κεχώρισται ταῖς
16. ἰδέαις ἀλλήλων μέγα διαφέρειν αὐτὰ λέγειν, οἷον τὸν μετὰ
1. βάρους ἐμφάσεως πόνον, τοῦ μετὰ τοῦ τιτρώσκεσθαι δοκεῖν
2. ἤ τι τῶν ἄλλων πάσχειν τῶν προειρημένων.