15. Ὁκόσοισιν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη
16. πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.
1. Εἰκότως πυρέττουσιν ἐγκεφάλου διακοπέντος, τῷ κοινῷ
2. λόγῳ, καθ’ ὃν ἅπαντος μορίου κυρίου φλεγμήναντος
3. ἕπεται πυρετός. ὁ δὲ τῆς χολῆς ἔμετος γίνεται διὰ τὴν
4. πρὸς τὸν ἐγκέφαλον κοινωνίαν συμπασχούσης τῆς γαστρὸς
5. καὶ μάλιστα τοῦ στόματος αὐτῆς, εἰς ὃ καταπέφυκεν ἐξ
6. ἐγκεφάλου συζυγία τις ἀξιολόγων νεύρων. εἴωθε μὲν οὖν
7. καὶ ἄλλως ἐπί γε μεγάλοις ἀλγήμασι καὶ λύπαις ἰσχυραῖς
8. συῤῥεῖν εἰς τὴν γαστέρα χολῶδες περίττωμα, πολὺ δ’ ἔτι
9. μᾶλλον ὅταν ἀῤῥωστήσῃ. φέρεται γὰρ εἰς τὰ τοιαῦτα τῶν
10. γειτνιώντων αὐτοῖς μορίων τὰ περιττώματα καὶ μάλισθ’
11. ὅσα λεπτὰ ταῖς συστάσεσίν ἐστιν, οἷονπερ αὐτὸ τὸ χολῶδες
12. ὑπάρχον ὑγρὸν καὶ σὺν αὐτῷ πᾶν ὅσον ὀῤῥῶδες ὑγρὸν, ὃ
13. δὴ καὶ μίγνυται πολλάκις ἐμούντων τῇ χολῇ καὶ πάνυ σπάνιόν
14. ἐστιν, ἀκριβῆ χολὴν ἄνευ περιττώματος ὀῤῥώδους ἐμουμένην
15. θεάσασθαι. φαίνεται δὲ καὶ ἐν τοῖς ὑγιαίνουσιν,
16. ὅταν ἐπὶ πλέον ἀσιτήσωσι καὶ μάλισθ’ ὅσοι χολωδέστεροι
17. τοὺς τοιούτους χυμοὺς ἡ γαστὴρ δεχομένη. δηλοῦσι δὲ
18. τοῦτο αἵ τε δήξεις αὐτοῖς καὶ οἱ ἔμετοι. οὐ μόνον δὲ ἐγκεφάλου
1. τρωθέντος ἐμοῦσι χολὴν, ἀλλὰ καὶ τῆς περικειμένης
2. αὐτῷ σκληρᾶς μήνιγγος, ἥτις κατὰ πολλὰ μέρη συμφυὴς
3. ὑπάρχουσα τῷ ἐγκεφάλῳ τάχιστα μεταδίδωσιν αὐτῷ τῶν
4. ἑαυτῆς παθημάτων. οἱ δ’ Ἐρασιστράτιοι τὰς μήνιγγας
5. τῶν νεύρων ἀρχὰς τιθέμενοι, διὰ μὲν τὴν ἑαυτῆς φύσιν
6. ἐροῦσι τὴν παχεῖαν μήνιγγα ταῦτα ἐπιφέρειν τὰ συμπτώματα
7. μόνην τρωθεῖσαν. εἰ δὲ καὶ πρὸς τὸν ἐγκέφαλόν ποτε
8. ἡ τρῶσις ἐξίκοιτο, τῷ φθάνειν ἀμφοτέρας προτιτρώσκεσθαι
9. τὰς μήνιγγας, οὕτω φήσουσι τὴν τῶν εἰρημένων γένεσιν
10. ἀκολουθεῖν παθημάτων. Ἐρασιστρατείους δ’ ἔφην ἐρεῖν
11. ταῦτα καὶ οὐκ αὐτὸν Ἐρασίστρατον. ὅτι πρεσβύτης ὢν
12. ἤδη καθ’ ὃν χρόνον αὐτοί φασι τὰ τῶν διαιρέσεων αὐτῷ
13. γεγράφθαι βιβλία, τὸν ἐγκέφαλον ἀπεφήνατο τῶν νεύρων
14. ἀρχὴν ὑπάρχειν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς
15. περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν.