2. Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαίφνης ὀδύναι γίνονται
3. ἐν τῇ κεφαλῇ καὶ παραχρῆμα ἄφωνοι γίνονται καὶ ῥέγχουσιν,
4. ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς
5. ἐπιλάβῃ.
7. Ἀφώνους εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν οὐχ οἷς ἡ
8. φωνὴ μόνη βέβλαπται, κατ’ ἐξοχὴν δέ τινα τῇ ταύτης βλάβῃ
9. συνεπινοεῖν ἡμᾶς ἐνδείκνυται πάσας τὰς κατὰ προαίρεσιν
10. ἐνεργείας· ἐνίοτε μὲν οὖν ἐκείνων βεβλαμμένων οὐκ ἀπόλωλεν
11. ἡ αἴσθησις. αὐτὸς γοῦν ἔφη τοὺς ἀφώνους αἰσθανομένους
12. συμβαίνειν γίνεσθαι, πολλάκις δὲ ἄμφω πέπονθεν,
13. ὅπερ ἀποπληξίαν ὀνομάζουσιν. ἔστι δὲ καὶ ταύτης αὐτῆς
14. ἡ μὲν ἀσθενὴς, ἡ δὲ ἰσχυρά. καὶ διὰ τοῦτο εἶπε, λύειν
15. ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηίδιον.
16. ἔοικε δὲ νῦν τῆς ἰσχυρᾶς ἀποπληξίας γνώρισμα προστεθεικέναι
17. τὸ ῥέγχειν, ὃ καὶ τοῖς βαθέως ὑπνοῦσι γίνεται κατὰ
1. τὴν τῆς διαθέσεως ὁμοιότητα, καθ’ ἕτερον μὲν τρόπον
2. ἑκατέροις, ὅμως οὖν ἔχωσί τι κακὸν, ᾖ ἕπεται τὸ ῥέγχειν.
3. ἔστι δὲ τὸ κοινὸν ἀμφοῖν ἡ ἀῤῥωστία τῆς τῶν νεύρων ἐνεργείας.
4. καὶ λέλεκται περὶ τούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ
5. περὶ τῶν πεπονθότων τόπων πραγματείᾳ. νυνὶ δ’ ὅσον εἰς
6. τὸν ἀφορισμὸν ἀναγκαῖον εἰρήσεται· οἷς ἂν ὑγιαίνουσιν ἐξαίφνης
7. ὀδύνη τις ἐν τῇ κεφαλῇ γένηται, μάλιστα εἰς πνεῦμα
8. φυσῶδες ἀναφέρειν χρὴ τὴν αἰτίαν. ἤδη δὲ καὶ εἰς πλῆθος
9. ὕλης ἀθρόως ἐπιῤῥεούσης, ἥντινα καὶ νῦν εἰς τὸν ἐγκέφαλον
10. ἐνηνέχθαι δηλοῖ τὰ μετὰ τὴν ὀδύνην γινόμενα συμπτώματα,
11. δι’ ὧν ὅτι φλεγματική τίς ἐστιν ἡ ὕλη συνεμφαίνεται.
12. καὶ διὰ τοῦτο ὁ πυρετὸς ἐπιγινόμενος λύει τὴν διάθεσιν
13. ὡς ἂν ἐκθερμαίνων τε καὶ λεπτύνων καὶ διαφορῶν
14. τό τε φυσῶδες πνεῦμα καὶ τοὺς φλεγματικοὺς χυμούς. γίνεται
15. δὲ τοῦτο ποτὲ μὲν τρισὶν ἢ τετράσιν ἡμέραις, ποτὲ
16. δὲ καὶ πλείοσι, οὐ μὴν ἐξωτέρω γε τῶν ἑπτὰ, διότι κύριον
1. τὸ μέρος· οὐκ ἀνέχεται δὲ τὰ τοιαῦτα μόρια χρονίων τε
2. ἅμα καὶ ἰσχυρῶν διαθέσεων, ὡς ἐπιδέδεικται πολλάκις.