5. Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν
6. ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται ξυμβαλλομένων
7. τῶν βλεφάρων τοῦ λευκοῦ, μὴ ἐκ διαῤῥοίης ἐόν τε ἢ
8. ἐκ φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ
9. θανατῶδες σφόδρα.
11. Ἤτοι διὰ ξηρότητα τῶν βλεφάρων ἢ διὰ τῆς κενούσης
12. αὐτὰ δυνάμεως ἀσθένειαν ὑποφαίνεταί τι τοῦ λευκοῦ,
13. μὴ δυναμένων ἀκριβῶς κλείεσθαι τῶν ὀφθαλμῶν. διὰ τοῦτο
14. γοῦν αὐτὸ καὶ κατὰ τὰς διαῤῥοίας τῆς φαρμακοποσίας,
15. ὅπερ ἐστὶ κατὰ τὰς καθαιρόντων φαρμάκων πόσεις, ὑποφαίνεταί
16. τι τοῦ λευκοῦ τῶν ὀφθαλμῶν, ὅταν ὑπνοῦντες τύχωσι.
17. ξηραίνεται γὰρ ἅπαν τὸ σῶμα καὶ ἡ δύναμις ἀσθενὴς
18. γίνεται κατὰ τὰς τοιαύτας κενώσεις. ἐπισυμβαίνει δὲ
1. πλεῖον ἐν τοῖς βλεφάροις ἡ ξηρότης, ὅτι φύσει ξηρά. καθάπερ
2. οὖν αἱ βύρσαι ξηρανθεῖσαι δυσεπέκταντοι γίνονται,
3. κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ τοιαῦτα μόρια. καὶ μὲν δὴ
4. καὶ ὅτι καμνούσης τῆς δυνάμεως, οὐ μόνον ἀδυνατοῦσιν
5. ἀκριβῶς κλείειν τοὺς ὀφθαλμοὺς, ἀλλὰ καὶ τὸ στόμα καὶ
6. διὰ τοῦτο κοιμῶνται χάσκοντες εὔδηλον ἅπαντι τῷ γε
7. προσέχειν βουληθέντι τῇ φύσει τοῦ πράγματος τὸν νοῦν.