10. Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι ἀσφαλέστεραι,
11. αἱ δὲ μετὰ σπουδῆς ἐπισφαλέστεραι.
13. Οὐδεμία μὲν ἀσφαλής ἐστι παραφροσύνη, σφαλεραὶ
14. δ’ ἧττον αἱ μετὰ γέλωτος, ὡς αἵ γε θρασεῖαι, καθάπερ
15. αὐτὸς ὀνομάζει σφαλερώτεραι πασῶν. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν
16. εἰσιν αἱ μετὰ σπουδῆς· γίνονται δὲ πᾶσαι μὲν ἐγκεφάλου
17. πάσχοντος, εἴτε οὖν πρῶτόν τε καὶ καθ’ ἑαυτὸν
18. εἴτε κατὰ συμπάθειαν. ἀλλήλων δὲ διαφέρουσι ταῖς ἐργαζομέναις
1. αὐτὰς αἰτίαις. ὅσαι μὲν γὰρ ὑπὸ θερμασίας
2. γίνονται μόνης ἄνευ μοχθηροῦ χυμοῦ, παραπλήσιαί
3. πώς εἰσι ταῖς ἐπὶ οἴνου πόσεσι· ὅσαι δ’ ἐπὶ τῇ ξανθῇ
4. χολῇ μετὰ σπουδῆς ἐπιτελοῦνται. συγκαυθείσης δ’ αὐτῆς
5. ἐπὶ πλέον ὡς μελαγχολικωτέραν ὑπάρχειν ἤδη, μανιώδεις
6. ἱκανῶς αἱ παραφροσύναι γίνονται. μεμνῆσθαι γὰρ χρὴ τῶν
7. περὶ τῆς μελαίνης χολῆς ἐν ἄλλοις διωρισμένων, ὡς ἡ μὲν
8. ὑπεροπτηθείσης γίνεται τῆς ξανθῆς χολῆς, ἥπερ δὴ καὶ
9. χαλεπωτάτη παντοίως ἐστὶν, ἡ δ’ ἐκ τῆς τοῦ αἵματος, ὡς
10. ἂν εἴποι τὶς, ἰλύος καὶ τρυγός. παχυτέρᾳ μὲν ἐκείνη τῇ
11. συστάσει, πολὺ δὲ ἀπολειπομένη τῷ μοχθηρῷ τῆς ποιότητος.
12. εἴρηται δὲ καὶ ὅτι τὴν οἷον τρύγα τοῦ αἵματος ἀκριβολογούμενοι
13. μὲν οὐδέπω μέλαιναν χολὴν ὀνομάζομεν, ἀλλὰ μελαγχολικὸν
14. χυμὸν, καταχρώμενοι δὲ τοῖς ὀνόμασι καὶ μέλαιναν
15. ἔστιν ὅτε καλοῦμεν, ἐπειδὴ μικρὸν ὕστερον ἔσεσθαι
16. μέλλει μέλαινα μὴ φθασάντων κενῶσαι.