2. Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες
3. ἀναπνοαὶ κακόν.
5. Τὰ παιδία πολλάκις ὁρᾶται κατὰ τὸν τοῦ κλαίειν καιρὸν
6. εἰσπνέοντα διακεκομμένην πνοὴν, ἱσταμένου μεταξὺ τοῦ
7. θώρακος, εἶτ’ αὖθις τὸ λεῖπον προστιθέντος, ὅπερ αὐτὸς
8. ἐν ἐπιδημίαις ὡδί πως εἶπε· διπλῆ εἴσω ἐπανάκλησις, οἷον
9. ἐπὶ εἰσπνέουσι, καὶ γίνεται τοῦτο ποτὲ μὲν διὰ κάματον τῆς
10. δυνάμεως, ποτὲ δὲ διὰ τὴν τῶν ὀργάνων σκληρότητα, ποτὲ
11. δὲ ἀμφοῖν συνελθόντων, ἔστι δ’ ὅτε καὶ διὰ σπασμώδη
12. τινὰ τῶν μυῶν τοῦ θώρακος διάθεσιν. ἥ τε γὰρ ἀσθενὴς
13. δύναμις ὅταν εἰς ἅπαξ ἀδυνατήσῃ διαστεῖλαι τὸν θώρακα
14. τοσοῦτον ὅσῳ δεῖται τὸ ζῶον, ἵσταται μεταξὺ κατὰ τὴν ἐνέργειαν
15. ἀναπαυομένη πρότερον, εἶθ’ οὕτως αὖθις ἐξορμᾷ.
16. τότε σκληρὸν ὄργανον οὐχ ἑπόμενον ἑτοίμως ὁμοίως τῇ διαστελλούσῃ
17. δυνάμει, κραδαινόμενον ὑπ’ αὐτῆς βιαίως διαστέλλεται.
18. περὶ δὲ τῆς σπασμώδους διαθέσεως τί δεῖ καὶ
1. λέγειν ὡς τοιαύτην ἀναπνοὴν ἐργάζεται; ψύξεως μὲν οὖν
2. καταλαβούσης ἤτοι τοὺς μῦς τοῦ θώρακος ἢ καὶ τὰ νεῦρα,
3. σκληρότης ἄν τις ἐν τοῖς ὀργάνοις γεννηθείη καὶ σπασμώδης
4. κίνησις, ἣν ὅ τε πυρετὸς ἰᾶσθαι πέφυκε καὶ τὰ θερμὰ
5. βοηθήματα. πυρετοῦ δὲ σὺν τούτοις ὄντος οὐκ ἐγχωρεῖ
6. ψύξιν αἰτιᾶσθαι τῶν κατὰ τὸν θώρακα μυῶν ἢ νεύρων·
7. ἀλλ’ ἤτοι σκληρότητα γεγενημένην ἢ δυνάμεως ἀῤῥωστίαν ἢ
8. σπασμώδη διάθεσιν. ὅ τι δ’ ἂν ᾖ τούτων, οὐκ ἀγαθόν
9. ἐστιν ἐν ὀξεῖ νοσήματι συμβαίνειν. εἰ μὲν οὖν κατὰ
10. μόνης τῆς εἰρημένης κινήσεως τῶν ἀναπνευστικῶν ὀργάνων
11. ἡ κλαυθμώδης ἀναπνοὴ λέλεκται πρὸς αὐτοῦ, τέλος ἔχει τὰ
12. τῆς ἐξηγήσεως· εἰ δὲ καὶ μετὰ τοιούτου τινὸς ψόφου βούλεται
13. τὴν εἰρημένην αὐτῷ ἀναπνοὴν συμβαίνειν, ὁποία τοῖς
14. κλαίουσι γίνεται καὶ πρὸς τοῖς εἰρημένοις αἰτίοις ἐνδείξεταί
15. τινα διάθεσιν ὀδυνώδη, καθ’ ἣν οἷον οἰμώζοντες ἢ στένοντες
16. ἢ μικτόν τινα ἐξ ἀμφοῖν ἀποτελοῦντες ψόφον ἀναπνέουσι
17. οὕτως.