2. Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς
3. ἐπὶ τὸ πολύ.
5. Τὰ ποδαγρικὰ καθάπερ καὶ τἄλλα πάντα ἀρθριτικὰ
6. τοῦ ἦρος αὐξάνεται καὶ διὰ τοῦτ’ αὐτὸς ἔμπροσθεν ἐν τῷ
7. τῶν ἠρινῶν νοσημάτων καταλόγῳ τῶν ἀρθριτικῶν ἐμνημόνευσεν,
8. ἐν οἷς δηλονότι περιέχεται καὶ τὰ ποδαγρικά. παροξύνεταί
9. γε μὴν ἐνίοτέ τε καὶ κατὰ τὸ φθινόπωρον οἷς
10. ἂν ἐν τῷ θέρει κατὰ τὴν ὀπώραν συναρθροισθῇ τις κακοχυμία.
11. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων
12. ὑπομνήμασιν ἑκάστου τῶν μορίων, ὥσπερ ἄλλαι τινὲς ὑπάρχουσαι
13. δυνάμεις οὕτω καὶ ἡ τῶν λυπούντων ἀποκριτικὴ
14. δύναμις. λυπεῖ δὲ τὰ μὲν τῷ πλήθει βαρύνοντα, τὰ δ’
15. ἀνιῶντα τῷ τῆς ποιότητος ἀλλοτρίῳ. κατ’ ἄμφω μὲν οὖν
16. ταῦτα τοῖς ἐν τῷ χειμῶνι μοχθηρῶς διαιτηθεῖσι παροξύνεται
17. τὰ χρόνια τῶν παθῶν, ἦρος ὥρᾳ χεομένων τῶν χυμῶν,
1. εἶτα ἐπὶ τοὺς ἀσθενεῖς τόπους ἀπὸ τῶν ἰσχυροτέρων
2. ἀπωθουμένων, καθ’ ἕτερον δὲ μόνον ἐν φθινοπώρῳ.