5. Τοῖσι μελαγχολικοῖσι νοσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψεες
6. ἢ ἀποπληξίην τοῦ σώματος ἢ σπασμὸν ἢ μανίην
7. ἢ τύφλωσιν σημαίνουσι.
9. Γίνονται μὲν καὶ διὰ φλεγματικὸν χυμὸν ἀποπληξίαι
10. τε καὶ σπασμοὶ καὶ πηρώσεις ὀφθαλμῶν. γίνονται
11. δὲ διὰ μελαγχολικὸν, ἐπειδὴ κοινόν ἐστιν ἐν ἀμφοτέροις τὸ
12. πάθος. οὐ μὴν τό γε τῆς μανίας ἐστὶ κοινόν· οὐδέποτε
13. γὰρ ἐπὶ φλεγματικῷ χυμῷ τὸ πάθος τοῦτο συνίσταται, δεομένου
14. γε πρὸς τὴν γένεσιν ἐρεθίζοντός τε καὶ δάκνοντος
15. χυμοῦ. τοιοῦτοι δέ εἰσιν ὁ μὲν τῆς ξανθῆς χολῆς διὰ τὸ
16. πᾶν, ὁ μελαγχολικὸς δὲ οὐ διὰ παντός, ἀλλὰ ὅταν πλέον
17. ἤτοι συγκαυθεὶς ἢ διασαπεὶς ἐπικτήσηταί κακοήθη
18. δριμύτητα.