2. Ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ τεσσαράκοντα
3. ἐτέων ἄχρις ἑξήκοντα.
5. Οὐ πᾶσαν ἀποπληξίαν, ἀλλὰ τὴν προειρημένην μόνην,
6. ἥτις ἐπὶ μελαίνῃ μόνῃ συνίσταται χολῇ, συμβαίνει γίνεσθαι
7. τοῖς τὴν εἰρημένην ἄγουσιν ἡλικίαν, ὅτι πλεονάζει μάλιστα
8. κατ’ αὐτὴν ὁ τῆς μελαίνης χυμὸς, ὥσπερ κἀν τῷ
9. φθινοπώρῳ. ἁπλῶς δ’ ἀποφηναμένῳ πλείους γέροντες γίνονται
10. ἀπόπληκτοι. εἴπερ οὖν ἀληθὴς ὁ λόγος ἔσεσθαι
11. μέλλοι, συναπτέον αὐτὸν τῷ κατὰ τὸν προειρημένον ἀφορισμὸν,
12. ὡς εἰ καὶ οὕτως εἴρητο τοῖσι μελαγχολικοῖσι νοσήμασιν,
13. ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες, ἀποπληξίην τοῦ
14. σώματος, ἥτις καταλαμβάνει τοὺς ἀπὸ τεσσαράκοντα ἐτέων
15. μέχρις ἑξήκοντα.