18. Ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.
1. Διὰ τὴν βραχυλογίαν δόξει ψευδὴς ὁ ἀφορισμὸς εἶναι
2. τοῖς μὴ καλῶς ἀκούσασιν αὐτοῦ. τὸ γὰρ λεγόμενόν ἐστι
3. τοιοῦτον· ὅταν ἐκπέσῃ, τουτέστιν ὅταν γυμνωθῇ καὶ προκύψῃ
4. τοῦ περιτοναίου τὸ ἐπίπλοον, οὐκ ἐνδέχεται τοῦτο
5. καταχθὲν ὑγιὲς καὶ σῶον μεῖναι. καθάπερ εἰ καὶ ἄλλο τι
6. προκύψειεν, οἷον ἔντερον ἢ σπλάγχνου λοβός. ἐκεῖναι μὲν
7. γὰρ εἰ μὴ πολλῷ χρόνῳ καταψυχθείη, τὴν ἀρχαίαν ἀπολαμβάνει
8. κρᾶσιν, ἐπουλωθείσης τῆς γεγενημένης κατὰ τὸ
9. ἐπιγάστριον διαιρέσεως. ἐπίπλοον δὲ κἂν ἐλαχίστῳ χρόνῳ
10. γυμνωθείη, σήπεται καταχθὲν, δι’ ἣν αἰτίαν καὶ τέμνουσιν
11. αὐτοῦ τὸ γυμνωθὲν οἱ ἰατροί. ταύτην οὖν ἔχει ὁ ἀφορισμὸς
12. τὴν γνώμην, ἀδιοριστότερον εἰρημένος κατὰ λελεγμένην
13. λέξιν, εἰ δέ τίς φησιν ὡς ἑώρακέ ποτε πρὸς βραχὺν
14. χρόνον τὸ ἐπίπλοον ἐκπεσὸν, ἔπειτα καταχθὲν μὴ σαπῆναι,
15. τὸ μὲν διηνεκὲς τῆς Ἱπποκράτους ἀποφάσεως ἀναιρήσει,
16. φυλάξαι δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ, καὶ κοινόν ἐστι τοῦτο τῷ
17. ἀφορισμῷ πρὸς ἄλλους ὑφ’ Ἱπποκράτους εἰρημένον, ἐν σχήματι
1. λέξεως τὸ διηνεκὲς ἐνδεικνύμενον, καίτοι γε οὐκ ἀποβαινόντων
2. ἀεὶ τῶν πραγμάτων ὡσαύτως, ἀλλ’ ἐν σπανίῳ
3. ποτὲ καὶ ἐναντίως.