6. Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον
7. ἐξίσταται καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.
9. Ἀθροίζεται πολλάκις ἐν τοῖς ἄρθροις χυμὸς φλεγματώδης,
10. ὃν ὀνομάζει μύξαν, ὑφ’ οὗ διαβρεχόμενοι τῆς διαρθρώσεως
11. οἱ σύνδεσμοι χαλαρώτεροι γίνονται καὶ διὰ τοῦτο
12. ἐξίσταται ῥᾳδίως τὴν κοιλότητα τὸ ἄρθρον, ἐμπίπτει τε
13. πάλιν οὐ χαλεπῶς, ἃ δὴ καὶ νῦν φησι τοῖς οὕτω
14. διακειμένοις ἰσχιαδικοῖς συμβαίνειν. ὅταν δ’ εἴπῃ, τὸ ἰσχίον
15. ἐξίστασθαι, τὸ κατ’ ἰσχίον ἄρθρον ἀκουστέον, ὡς κἀν τῷ
16. περὶ ἄρθρων ἔλεγεν, ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθαῖνον
17. ἐν ἴσῳ τῷ κατ’ ὦμον ἄρθρον.