5. Τὰ νεφριτικὰ καὶ ὁκόσα κατὰ τὴν κύστιν ἀλγήματα ἐργωδῶς
6. ὑγιάζεται τοῖσι πρεσβύτῃσιν.
8. Τοῖς γέρουσι μόγις ὑγιάζεσθαί φησι, τουτέστι
9. μετὰ πολλῆς πραγματείας καὶ χρόνου μακροῦ τὰ κατὰ νεφροὺς
10. καὶ κύστιν, ὅτι δὴ τοὔργον αὐτῶν ἄπαυστόν ἐστιν,
11. ἡσυχίας δὲ δεῖ τοῖς ὁτιοῦν μέλλουσι θεραπευθήσεσθαι, καὶ
12. ὅτι περίττωμα δι’ αὐτῶν κενοῦται δριμὺ παροξύνειν ἐπιτήδειον,
13. εἴθ’ ἕλκος εἴτε φλεγμονή τις ἐν αὐτοῖς εἴθ’ ὁτιοῦν
14. ἄλλο συσταίη πάθημα. πολὺ δὲ δὴ μᾶλλον τῶν πρεσβυτικῶν
15. σωμάτων ἐργαδῶς ὑγιάζεται τὰ κατὰ τὴν κύστιν, ὅτι
16. καὶ τἄλλα σύμπαντα νοσήματα καὶ μάλισθ’ ὅσα ᾖ χρόνια,
17. τὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἔφη πρόσθεν συναποθνήσκειν.