2. Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον
3. ἐξίσταται, τουτέοισι φθίνει τὸ σκέλος καὶ χωλοῦνται, ἢν
4. μὴ καυθῶσιν.
6. Οὐ χρὴ χωρίζειν τὸν ἀφορισμὸν τοῦτον τοῦ προγεγραμμένου,
7. συνάπτοντας δ’ αὐτοὺς εἰς ἕνα λόγον οὕτως
8. ἀκούειν. βούλεται γὰρ λέγειν ὅτι τοῖς ἰσχιαδικοῖς, οἷς διὰ
9. τὸ πλῆθος τῆς μύξης ἐξίσταται τὸ ἄρθρον, ἐμπίπτει τε πάλιν,
10. ἀναγκαῖόν ἐστιν ἐν χρόνῳ φθίνειν τὸ σκέλος, ἂν μὴ
11. φθάσαντες τῇ καύσει ξηράνωμεν τὴν μύξαν, ὅπερ κἀν τῷ
12. περὶ ἄρθρων συνεβούλευε πράττειν ἐπὶ τοῦ συνεχῶς ἐκπίπτοντος
13. βραχίονος. καὶ γὰρ καὶ νῦν ἡ αὐτὴ τοῦ λόγου
14. δύναμίς ἐστι καίειν συμβουλεύοντος αὐτοῦ κατ’ ἰσχίον, ὡς
15. ἐν τῷ περὶ ἄρθρων ἐδίδασκεν, ὅπως ἐκδαπανηθῇ τε τὸ μυξῶδες
16. ἥ τε χαλαρότης τοῦ δέρματος, εἰς ἣν ὠλίσθανε τὸ
17. ἄρθρον ὑπὸ τῆς καύσεως εἰς συντονίαν ἀχθεῖσα, σφίγγει
18. τε καὶ κωλύει μεθίστασθαι, ὡς εἴ γε διὰ τὸ πλῆθος τῆς
1. μύξεως ἐπὶ πλεῖον ἐξεστηκὸς μένει τὸ ἰσχίον, ἔστι μὲν δήπου
2. τοῦτο χωλεία τοῦ σκέλους. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης
3. αὐτῇ καὶ ἀτροφία, καθ’ ὃ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τῶν
4. κατὰ φύσιν ἐστερήθη κινήσεων.