2. Τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα τὰ μὲν μετέωρα
3. κουφότατα, τὰ δὲ μὴ μετέωρα ἰσχυρότερα.
5. Μετέωρα νῦν ἀκουστέον οὐ κατὰ τὸ μῆκος τοῦ σώματος,
6. ἀλλὰ κατὰ τὸ βάθος. ὁρίζει δὲ ταῦτα ἐπὶ τῶν κατὰ
7. τὴν γαστέρα χωρίων τὸ περιτόναιον· ὥσθ’ ὅσα μὲν ἐν τοῖς
8. ἐπικειμένοις τῷδε γίνεται κεκλῆσθαι μετέωρα. τὰ δ’ ἐν
9. τοῖς ὑποκειμένοις, τουτέστιν ἐν αὐτοῖς τοῖς ἐντέροις καὶ
10. τῇ γαστρὶ καὶ τὰ ἐν τῷ βάθει, ταῦτα λέγει μὴ μετέωρα.
11. πρόδηλον δ’ ὅτι τὰ τοιαῦτα καλῶς κέκληκεν ἰσχυρότερα.