5. Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα.
7. Καθάπερ τῶν φυμάτων ἁπάντων διττή τίς ἐστιν ἡ
8. διαφορὰ, τῶν μὲν ἀνατεινομένων εἰς ὀξὺ καὶ ὑψηλῶν γινομένων,
9. τῶν δ’ ἐκτεινομένων μὲν ἐπὶ πλέονα τόπον, οὐ μὴν
10. εἰς ὕψος αἰρομένων. οὕτως καὶ τῶν ἐξανθημάτων ἔνια μὲν
11. ὑψηλὰ γίνεται, τινὰ δὲ πλατέα. τὰ μὲν οὖν ὑψηλότερα φύματα
12. καὶ ἐξανθήματα θερμότερος ἐργάζεται χυμὸς, τὰ δὲ
13. ταπεινότερα ψυχρότερος, ὥστε διὰ διττὴν τὴν αἰτίαν οὐ
14. πάνυ τι κνησμώδεα γίνεται τὰ πλατῆ. διαπνεῖται γὰρ εἰς
15. πλάτος ἐκτεταμένα καὶ τὸν ἐργαζόμενον αὐτὰ χυμὸν ἧττον
16. ἔχει δριμύν.