16. Ἐν τοῖσιν ὀξέσι νοσήμασι ψύξις ἀκρωτηρίων κακόν.
1. Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλισθ’ ὅσα χωρὶς
2. πυρετῶν εἰσι καὶ κατὰ τὸν χειμῶνα καὶ γέρουσι ψυχρὰ γίνεσθαι
3. τὰ τοῦ σώματος ἔσχατα μόρια, ῥῖνας καὶ πόδας καὶ
4. ὦτα καὶ χεῖρας ἄκρας, οὐδὲν ἄτοπον. οὐ μὴν ἔν γε τοῖς
5. ὀξέσι μέτριον τὸ κακὸν, ἀλλ’ ἱκανῶς ὀλέθριον τὸ σύμπτωμα,
6. φλεγμοναῖς σφοδροτάταις τῶν σπλάγχνων ἐπιγινόμενον.
7. ὀξέα δὲ προσαγορεύεσθαι νοσήματά φησιν αὐτὸς, ὧν οἱ
8. πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς. ἐν οἶς ὅταν ἄνευ μεγάλης
9. φλεγμονῆς ὦσι, μὴ ὅτι καταψύχεσθαι τοῖς ἀκροῖς, ἀλλὰ καὶ
10. διακαίεσθαι συμβέβηκεν. ἀλλ’ ὅταν τὸ τῆς φλεγμονῆς θερμὸν
11. ᾖ οὕτω σφοδρὸν, ὡς ἕλκειν ἐφ’ ἑαυτὸ δίκην σικύας ἐξ
12. ὅλου τοῦ σώματος τὸ αἷμα, διακαίονται μὲν οἱ οὕτως ἔχοντες
13. τὰ σπλάγχνα, ψύχονται δὲ τὰ ἀκρωτήρια διὰ τὴν ἔνδειαν
14. τοῦ αἵματος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα, καὶ οἵ
15. πλεῖστοί γε αὐτῶν οὐδὲ τῶν περιβολαίων ἀνέχονται, διὰ
16. τὸ περὶ τοῖς σπλάγχνοις καῦμα.