6. Ἐπὶ εἰλεῷ ἔμετος ἢ λὺγξ ἢ σπασμὸς ἢ παραφροσύνη κακόν.
8. Ἐν τοῖς εἰλεοῖς οὐδὲν ὑπέρχεται κάτω καὶ τοῦτό
9. ἐστιν ἴδιον ἀχώριστον τοῦ πάθους. ἔμετος δὲ οὐκ ἀεὶ σύνεστιν,
10. ἀλλ’ ὅταν ὀλεθρίως ἔχωσι. καὶ εἰ πλέον δὲ σπαράττονται
11. καὶ κόπρος αὐτοῖς ἐπανέρχεται καὶ λύζουσιν. ἔνιοι δὲ καὶ
12. παραφρονοῦσι καὶ σπῶνται, συμπασχούσης τῆς ἀρχῆς τῶν
13. νεύρων τῇ τοῦ στομάχου κακώσει. δοκεῖ δέ μοι γίνεσθαι
14. τὰ τοιαῦτα τῶν ἐντέρων, ἐν οἷς ἡ διάθεσίς ἐστιν, ἀπώσασθαι
15. ἑαυτῶν τὴν κόπρον ἐφιεμένων, ὅταν ἀνιαρὰ διὰ χρόνου
16. μῆκος ᾖ, μὴ δυναμένων δὲ διὰ τὴν ἐν τοῖς κάτω μέρεσι
17. στέγνωσιν ἐκεῖθεν διαπέμπειν, ἀλλ’ ἀναγκαζομένων
1. ἔμπαλιν τῇ φύσει κινεῖσθαι βιαίως καὶ πρὸς τὴν ἄνω χώραν
2. ἐκθλίβειν τὰ λυποῦντα.