5. Ἐπὶ πλευρίτιδι περιπνευμονίη κακόν.
7. Ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ
8. τοῦ ἀφορισμοῦ πρόσκειται τὸ κακόν, ἔν τισι δ’ ἁπλῶς
9. οὕτως γέγραπται· ἐπὶ πλευρίτιδι περιπνευμονία, βουλομένων
10. τῶν οὕτως γραφόντων οὐχ ὅτι κακόν ἐστιν ἢ ἀγαθὸν
11. ἐπιγινομένη πλευρίτιδι περιπνευμονία διδάσκειν νῦν αὐτὸν,
12. ἀλλ’ ἁπλῶς αὐτὸ τοῦτο μόνον, ὅτι μεταπίπτειν εἴωθε πλευρῖτις
13. εἰς περιπνευμονίην ἢ ἐπιγίνεσθαι πλευρίτιδι περιπνευμονίαν.
14. μεταπίπτει μὲν οὖν ὅταν τοῦ προτέρου παυσαμένου
15. ἕτερον γένηται, ἐπιγίνεται δὲ ὅταν διαμείναντος
16. ἐκείνου προσγένηται ἕτερον. ἀλλὰ νῦν φαίνεται περὶ τῶν
17. ἐπιγινομένων ὁ Ἱπποκράτης γράφων, οἷς εὐθὺς ἐξ ἀρχῆς
18. καὶ τὸ κακοῖς εἶναι ὑπάρχει. ὥστε κἂν μὴ πρόσκειται τὸ
1. κακὸν, ἤτοι γε ἐπακουστέον αὐτὸ κατὰ τὸν ἀπὸ κοινοῦ λεγόμενον
2. τρόπον ἢ δυνάμει δηλοῦσθαι νομιστέον. ἅπασα
3. γὰρ ἡ τῶν οὕτως ἐπιγινομένων σύστασις οὐ σμικροῖς οὐδ’
4. ἐπιεικέσιν ἕπεται νοσήμασιν, ἀλλὰ μεγάλοις τε καὶ κακοήθεσιν·
5. οἷον εὐθέως ἐπὶ τῶν εἰρημένων κατὰ τὸν ἀφορισμὸν
6. παθῶν, ὅταν μὴ στέγηται κατὰ τὰς πλευρὰς ὁ τὴν πλευρῖτιν
7. ἐργαζόμενος χυμὸς, ἀφικνεῖταί τι μέρος αὐτοῦ καὶ
8. πρὸς τὸν πνεύμονα. τῇ μέντοι περιπνευμονίᾳ πλευρῖτις
9. οὐ πάνυ τι πέφυκεν ἕπεσθαι, διότι καὶ μὲν τὴν ἐπιεικῆ
10. περιπνευμονίαν ἐκκαθαίρεται πᾶς ὁ λυπῶν χυμὸς ἀναβηττόμενος.
11. ἐν δὲ ταῖς ὀλεθρίαις φθάνει πνίγειν πρὸ τοῦ τὰς
12. πλευρὰς συμπαθεῖν.