5. Ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη κακόν.
7. Ἡ μὲν γὰρ παραφροσύνη γνωρίζεται, φθεγγομένων τε
8. καὶ πραττόντων οὐδενὸς ἐχόμενα λόγου. ἡ δ’ ἔκπληξίς
9. ἐστιν, ὅταν μὴ φθέγγωνταί τι, μήτε πράττωσιν, ἀλλ’ ἀναπεπταμένοις
10. τοῖς ὀφθαλμοῖς, ἐφ’ ἡσυχίας μένωσιν ὁμοίως
11. τοῖς ὑπὸ δέους ἐκπλαγεῖσιν. ὅτι δὲ τὰ τοιαῦτα πάντα πάσχοντος
12. ἐγκεφάλου γίνεται πρόδηλον· ἐδείχθη γὰρ ἐν ἐκείνῳ
13. τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἐὰν γοῦν ἐπὶ τῇ τελευτῇ προγεγραμμένον
14. ᾖ τὸ κακὸν, εὔδηλον ὡς ὀρθῶς εἴρηται. διήκει
15. γὰρ εἰς αὐτὸν εἴσω τὸν ἐγκέφαλον ἐνδείκνυται τὴν πληγήν.
16. ἐὰν δὲ μὴ προσγράφηται, δυνατὸν ἡμῖν ἐστι καὶ προσυπακοῦσαι,
17. καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν ἀπὸ κοινοῦ.
1. δυνατὸν δὲ καὶ τῷ συνενδείκνυσθαι τὰ συμπτώματα τὴν
2. βλάβην τοῦ ἐγκεφάλου τὸ μέγεθος τῆς κακώσεως ἐπινοεῖν.