15. Ἐπὶ πύου πτύσει φθίσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ πτύελον
16. ἴσχηται, ἀποθνήσκουσιν.
1. Ἥν ἰδίως ὀνομάζουσιν οἱ Ἕλληνες καὶ μάλιστ’ αὐτῶν
2. οἱ Ἀθηναῖοι φθόην, ταύτην νῦν ὁ Ἱπποκράτης ὠνόμασε
3. φθίσιν, ἐπὶ πνεύμονος ἑλκώσεσιν ἀνιάτοις, γιγνομένης ἅπαντος
4. τοῦ σώματος ἰσχνότητος μετὰ πυρετοῦ λεπτοῦ. τὸ δὲ
5. ῥύσις ἤτοι κατὰ τῆς τῶν τριχῶν ἐκπτώσεως ἢ κατὰ τῆς
6. ὑγρᾶς διαχωρήσεως εἴρηκεν, ἀμφότερα γὰρ εἴωθε γίνεσθαι,
7. ἐσχάτως ἐχόντων τῶν φθινόντων, τὸ μὲν ἐπὶ ξηρότητι, τὸ
8. δ’ ἐπ’ ἀῤῥωστίᾳ δυνάμεως. τό γε μὴν ἐπὶ τέλει γεγραμμένον·
9. ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσι τὸν τρόπον
10. δηλοῖ τοῦ θανάτου τῶν ὑπὸ φθόης ἀπολλυμένων. ἄχρι
11. γὰρ τοσούτου ζῶσιν ἰσχνοὶ γιγνόμενοι, μέχρι περ ἀναβήττειν
12. δύνανται καὶ καθαίρειν διὰ τῶν ἀναπτυομένων τὸν
13. πνεύμονα. μενόντων δ’ ἔνδον αὐτῶν ἐμφράττονται μὲν αἱ
14. τῆς ἀναπνοῆς ὁδοὶ, πνίγονται δ’ οἱ πάσχοντες.