5. Ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη κακόν.
7. Ἔνιοι προστιθέασι κἀνταῦθα τὸ κακόν. ἡμῖν δ’ εἴρηται
8. πρόσθεν ὡς εἰ μὴ καὶ προστεθείη περιέχονται δυνάμεις.
9. διὰ τί δὲ ταῖς ἀμέτροις ἀγρυπνίαις ἕπεται σπασμὸς
10. ἢ παραφροσύνη, δῆλόν ἐστι τῷ μεμνημένῳ τῶν ἔμπροσθεν.
11. ὁ μὲν γὰρ σπασμὸς ἐῤῥέθη καὶ πρὸς αὐτοῦ τοῦ
12. Ἱπποκράτους ὥσπερ ὑπὸ πληρώσεως, οὕτω καὶ κενώσεως
13. γίνεσθαι. κενωτικώτατόν τι δὲ καὶ ξηραντικώτατόν ἐστιν
14. ἡ ἀγρυπνία, καὶ διὰ τοῦτο τόν τε κατὰ ξηρότητα
15. φέρει σπασμὸν καὶ παραφροσύνην, αὐτῷ τῷ λόγῳ τῆς ἀμέτρου
16. ξηρότητος καὶ πρὸς τούτῳ, διότι χολωδέστερον ἐν
17. ταῖς μακραῖς ἀγρυπνίαις γίνεται τὸ αἷμα. κατὰ τινα μέντοι
18. τῶν ἀντιγράφων καὶ τά γε ἀκριβέστατα χωρὶς τῆς
1. παραφροσύνη γέγραπται ὁ ἀφορισμὸς τρόπῳ τοιῷδε· ἐπὶ
2. ἀγρυπνίῃ σπασμὸς, ὡς ἂν οἶμαι, τὰ κάκιστα τῶν ἐπιγινομένων
3. ἐνταῦθα γράφοντος τοῦ Ἱπποκράτους.