5. Ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖς ἕλκεσιν αἱμοῤῥαγίη.
7. Ἐν τοῖς φλεγμαίνουσιν ἕλκεσιν ὁ σφυγμὸς γίνεται μὴ
8. φερούσης τῆς ἐπικειμένης ταῖς ἀρτηρίαις σαρκὸς
9. τὴν κένωσιν αὐτῶν, ἀλλ’ ὀδυνωμένης, ὅταν ἐμπίπτωσιν αὗται
10. διαστελλομέναι. ἔστι γὰρ ὁ τοιοῦτος σφυγμὸς ὀδυνηρά
11. τις αἴσθησις, ἐκ τῆς τῶν ἀρτηριῶν κινήσεως γινομένη, ὧν
12. οὐδὲ αἰσθανόμεθα τὴν ἀρχὴν, ἔν γε τῷ κατὰ φύσιν ἔχειν
13. τὰ μόρια, διά τε τὸ τῆς ὁμιλίας αὐτῶν ἄλυπον καὶ διὰ τὴν
14. εὐρυχωρίαν, ἐν ᾗ κινοῦνται. φλεγμονὴν δὲ ἥ τε στενοχωρία
15. καὶ τὸ τῆς διαθέσεως ὀδυνηρὸν αἴσθησιν ἀνιαρὸν ἐργάζεται
16. τοῖς κάμνουσιν, ἐκ τῆς κινήσεως τῶν ἀρτηριῶν, ἣν
17. καλοῦσιν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι
18. σφυγμόν. ἔοικε δὲ καὶ ἡ κίνησις αὕτη τῶν ἀρτηριῶν κατὰ
1. τὰς τοιαύτας διαθέσεις αὐξάνεσθαι. ἐδείχθη γὰρ ἐν τοῖς
2. τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς ἔστι καὶ ἡ τῶν
3. ἀλλοτρίων ἀποκριτικὴ μία τις ἐν αὐτοῖς δύναμις, ἥτις καὶ
4. τοὺς κρισίμους ἱδρῶτας ἐργάζεται καὶ τὰς αἱμοῤῥαγίας καὶ
5. τὰς τῆς γαστρὸς ὑποχωρήσεις, ὅσα τε ἄλλα τοιαῦτα. κατὰ
6. ταύτην οὖν τὴν δύναμιν ἐνίοτε σφοδρότερον ἡ φύσις ἐνεργοῦσα
7. μεγάλην τε ἅμα καὶ βίαιον ἐργάζεται τὴν κίνησιν τῶν
8. ἀρτηριῶν, ἐφιεμένη διώσασθαι τὰ λυποῦντα καὶ οὕτως ἐπιφέρει
9. τὰς αἱμοῤῥαγίας.