17. Ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη, ἢν κενεὸν λάβῃ.
1. Ἐπὶ τοῦ κατὰ τὴν κεφαλὴν ὀστέου δηλονότι διακοπέντος
2. οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ μέχρι τῆς ἐντὸς
3. ἐπιφανείας, ἣν περιέχουσα τὸν ἐγκέφαλον ἐνδέχεται κενὴ
4. χώρα, παραφροσύνη γίνεται· πλησιάζει γὰρ ἤδη τὸ πάθημα
5. ταῖς μήνιγξι καὶ τῷ ἐγκεφάλῳ. Μαρῖνος δὲ οὐκ οἶδ’ ὅπως
6. ἰδίᾳ μὲν ἀναγινώσκειν ἀξιοῖ τὸ ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη.
7. ἰδίᾳ αὖθις ἀρχὴν ἀφορισμοῦ δευτέρου ποιεῖται,
8. τὸ ἢν κενεὸν λάβῃ, προστιθεὶς αὐτῷ τὸ ἐκ φαρμακοποσίης
9. σπασμὸς, οὕτως ὡς ὅλος ἀφορισμὸς τοιοῦτος γίνηται·
10. ἢν κενεὸν λάβῃ ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες.
11. εἰκότως τε γάρ φησιν εἰρῆσθαι τοῦτο. τὸν γὰρ ἐπὶ
12. κενώσει γινόμενον σπασμὸν ἀεὶ μέμφεσθαι τὸν Ἱπποκράτην.
13. ἀλλὰ τοῦτο μὲν αὐτὸ καλῶς εἶπεν ὁ Μαρῖνος, ὡς ὁ διὰ
14. κένωσιν ἄμετρον γινόμενος σπασμὸς, ὀλέθριόν ἐστιν. οὕτω
15. γοῦν καὶ ὁ ἐκ φαρμακοποσίης ὀλέθριος γίνεται· τὸ πρότερον
16. δ’ οὐκ αἰσθάνεται λόγον ἐργαζόμενος ψευδῆ· τὸ γὰρ
17. ἐπὶ ὀστέου διακοπῇ τὴν παραφροσύνην γίνεσθαι προφανῶς
18. ψεῦδός ἐστιν. οὔτε γὰρ κατ’ ἄλλο τι τῶν ὀστῶν οὔτε κατὰ
1. τῆς κεφαλῆς ἕπεται τῇ διακοπῇ παραφροσύνη, πρὶν ἐπὶ
2. τὰς μήνιγγας ἐξικέσθαι τὸ πάθος.