5. Ἐκ φαρμακοποσίης σπασμὸς θανατῶδες.
7. Φαρμακοποσίας καὶ φαρμακείας ἰδίως εἴωθεν
8. ὁ Ἱπποκράτης ὀνομάζειν τὰς τῶν καθαιρόντων φαρμακείας
9. μόνον. ὅτι δ’ ἐπὶ τούτοις ἀμέτρως κενώσασι σπασμὸς ἐπιγινόμενος
10. ὀλέθριόν ἐστιν, εἴ τις μέμνηται τῶν ἤδη πολλάκις
11. εἰρημένων οὐκ ἀγνοεῖ.